Machabaeorum iv

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

τί βουλήμασιν κενοῖς ἑαυτοὺς εὐφραίνομεν, καὶ θανατηφόρον ἀπειθίαν τολμῶμεν;

οὐ φοβησόμεθα, ἄνδρες ἀδελφοί, τὰ βασανιστήρια, καὶ λογιούμεθα τὰς τῶν βασάνων ἀπειλάς, καὶ φευξόμεθα τὴν κενοδοξίαν ταύτην καὶ ὀλεθροφόρον ἀλαζονίαν

ἐλεήσωμεν τὰς ἑαυτῶν ἡλικίας, καὶ κατοκτειρησωμεν τὸ τῆς μητρὸς γῆρας·

καὶ ἐνθυμηθῶμεν, ὅτι ἀπειθοῦντες τεθνηξόμεθα.

συγγνώσεται δέ ἡμῖν καὶ ἡ θεία δίκη δι᾿ ἀνάγκην τὸν βασιλέα φοβηθεῖσιν.

τί ἐξάγομεν ἑαυτοὺς τοῦ ἡδίστου βίου, καὶ ἀποστεροῦμευ ἑαυτοὺς τοῦ γλυκέος κόσμου;

μὴ βιαζώμεθα τὴν ἀνάγκην, μηδέ κενοδοξῇσαωμεν ἐπὶ τῇ ἑαυτῶν στρέβλῃ.

οὐδὲ αὐτὸς ὁ νόμος ἑκουσίως ἡμᾶς [*](9 απιθιας B om υμων 10 U+05D0 | δειναις] διναι A? (seq ras 1 lit A* ) U+05D0II 10 πολεμος A 12 om το ΙΙ προτεθηναι] τιθεναι U+05D0 και] καν ΙΙ μιαρο- ηφαγησαι U+05D0c.b 13 τροχλους U+05D0* (τροχους U+05D0¹) αρθενβολους A αρθρεμβολας U+05D0* (ς ras U+05D0?) αρθρεμβολα ΙΙ τροχαντηρια U+05D0* (-ῥας U+05D0c.a) καταπελτας] π sup ras Aᵃ? om δε 20 U+05D0 14 σεβεσται A 16 εν αυτοις και ανανδροι U+05D0 17 ημεις sup raς A ημι U+05D0* (ημις U+05D0c.a) παρακαλουντος] καλουντος U+05D0 | φωνουντος μη πισθ in mg ct sup ras A ηφωνουντος] παρακαλουντος U+05D0 | μη ῃ U+05D0* τι U+05D0c.a 18 om κενοις U+05D0* (hab U+05D0c.a) ευφρενουμεν U+05D0* (.νομεν U+05D0¹) 19 φοβηθησομεθα τ 20 κατοικτιρωμεν U+05D0 22 συγνωσεται (sic) A συνγνωσεται U+05D0 25 ουδε] ουδ U+05D0 | νομος U+05D0] ναος A)

744
[*](A) θανατοῖ φοβηθέντας τὰ βασανιστήρια.

π όθεν ἡμῖν ἡ τοσαύτη ἐντέτηκεν φιλονεικία, καὶ ἡ θαυατηφόρος ἀρέσκει καρτερίn, παρὸν μετὰ ἀταραξίας ζῇν τῷ βασιλεῖ πεισθέντας;

ἀλλὰ τούτων οὐδὲυ οἱ νεανίαι βασανίζεσθαι μέλλοντες, οὐδὲ ἐνεθυμήθησαν.

ἦσαν γὰρ [*](§ II) περίφρονες τῶν παθῶν, καὶ αὐτοκράτορες τῶν ἀλγηδόνων.

§ὥσητε [*](§ ΙΙ) ἅμα τῷ παύσασθαι τὸν τύραννον συμβουλεύοντα αὐτοῖς μιεροφαγῆσαι,¶ πάντες διὰ μιᾶς φωνῆς ὁμοῦ, ὥσπερ ἀπὸ τῆς αὐτῆς ψυχῆς, εἶπον

Τί μέλλεις, ὦ τύραννε; ἕτοιμοι γάρ ἐσμεν ἀποθνήσκειν, ἢ παραβαίνειν τὰς πατρίους ἡμῶν ἐντολάς.

καὶ αἰσχυνόμεθα γὰρ τοὺς προγόνους εἰκότως, εἰ μὴ τῇ τοῦ νόμου εὐπειθείᾳ συμβούλῳ καὶ γνώσει χρησαί μέθα.

σύμβουλε τύραννε παρανομίας, μὴ ἡμᾶς μισῶν ὑπέρ αὐτοὺς ἡμᾶς ἐλέα.

χαλεπώτερον γὰρ αὐτοῦ τοῦ θαυάτου νομίζομεν εἶναί σου τὸν ἐπὶ τῇ παρανόμῳ σωτηρίᾳ ἡμῶν ἔλεον.

ἐκφοβεῖς δὲ ἡμᾶς, τὸν διὰ τῶν βασάνων ἡμῖν θάνατον ἀπειλῶν, ἄὥσπερ οὐχὶ πρὸ βραχέως παρὰ Ἐλεαζάρου μαθών.

εἰ δ᾿ οἱ γέροντες τῶν Ἐβραίων διὰ τὴν εὐσέβειαν καὶ βασανισμοὺς ὑπομείναντες ἀπέθανον, ἀποθάνοιμεν ἂν δικαιότερον ἡμεῖς οἱ νέοι, τὰς βασάνους τῶν σῶν ἀναγκῶν ὑπεριδόντες ἄς καὶ ὁ παιδευτὴς γέρων ἐνίκησεν.

πείραζε γὰρ οὖν, τύραννε· καὶ τὰς ἡμῶν ψυχὰς εἰ θανατώσεις διὰ τὴν εὐσέβειαν, μὴ νομίσῃς ἡμᾶς βλάπτειν βασανίζων.

ἡμεῖς μὲν γὰρ διὰ τῆσδε τῆς κακοπαθείας καὶ ὑπομονῆς τὰ τῆς ἀρετῆς ἆθλα οἴσομεν,