Machabaeorum iv

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

οὔτε τοὺς ἱεροὺς τῶν προγόνων περὶ τοῦ φυλάξαι τὸν νόμον ὅρκους οὐ παρήσω,

οὐδ᾿ ἂν ἐκκόψεις μου τὰ ὄμματα καὶ τὰ σπλάγχνα μου τήξεις.

οὐχ οὕτως εἰμὶ γέρων ἐγὼ καὶ ἄνανδρος, ὥστε μοι διὰ τὴν εὐσέβειαν μὴ νεάζειν τὸν λογισμόν.

πρὸς ταῦτα τροχοὺς εὐτρέπιζε, καὶ τὸ πῦρ ἐκφύσα σφοδρότερον.

οὐχ οὕτως οἰκτειρήσω τὸ ἐμαυτοῦ γῆρας, ὥστε με δι᾿ ἐμαυτοῦ τὸν πάτριον καταλῦσαι νόμον.

οὐ ψεύσομαί σε, παιδευτὰ νόμε, οὐδέ φεύξομαί σε, φίλη ἐγκράτεια·

οὐδὲ καταισχυνῶ σε, φιλόσοφε λόγε, οὐδὲ ἐξαρνήσομαί σε. ἱερωσύνη τιμία καὶ νομοθεσίας ἐπιστήμη·

οὐδὲ μιανεῖς μου τὸ σεμνὸν γήρως στόμα, οὐδὲ νομίμου βίου ἡλικίαν.

[*](U+05D0)[*](18 om και U+05D0 | ημων] η U+05D0* (ημ. U+05D0c.a) om συ U+05D0 | ενομιζομεν U+05D0 | ην ημῖ U+05D0 | ευσεβια U+05D0 19 μιαροφαγ. U+05D0 20 εν 1⁰] επι U+05D0 om εν 2⁰ U+05D0 22 χλευαζει A 23 ανδριαν U+05D0 | εξασκειν] εκδιδασκειν U+05D0 | (εξασκειν U+05D0c: ν vid improbasse U+05D0c.a(? ) restit U+05D0c.b ) 24 παιδευειν A διδασκειν] εκδιδασκει U+05D0 25 μιαροφαγ. U+05D0 | καθισταναι A on και U+05D0 | συνπαθη U+05D0 27 αναγκαζειν U+05D0 | παρανομειν αλλα και εσθιειν] μιαροφαγειν αλλα κ παρανομειν U+05D0* (παραν. αλλα κ. εσθ. U+05D0c.a ) εχθιστη] εκθιστη U+05D0* εσχιστη U+05D0c.ᵃ μιαροφαγια U+05D0 | om ετι εγγελασης] επεγγελασης U+05D0 29 ουτε] ουδε U+05D0* ου μα U+05D0c.a 30 εκκοψειας U+05D0 | μου 2⁰ improb U+05D0c.a τηξειας U+05D0c.a 33 οικτειρησω] οικτει- ρομαι U+05D0 | om με U+05D0 34 φευξομαι] εξομουμαι U+05D0 36 μιανει U+05D0* (-νεις U+05D0c.a))
739

ἁγνόν με οἱ πατέρες προσδέξονται, μὴ φοβηθέντα σου τὰς μέχρι [*](A) θανάτου ἀνάγκας.

ἀσεβῶν μέν γὰρ τυραννήσεις· τῶν δὲ ἐμῶν περὶ τῆς εὐσεβείας λογισμῶν οὔτε λόγοις δεσπόσεις, οὕτε δι᾿ ἔργων.

Τοῦτον τὸν τρόπον ἀντιρητορεύσαντα ταῖς τοῦ τυράννου παρηγορίαις, παραστάντες οἱ δορυφόροι πικρῶς ἔσυραν ἐπὶ τὰ βασανιστήρια τὸν Ἐλεάζαρον.

καὶ πρῶτον μέν περιέδυσαν τὸν γεραιὸν ἐκκεκοσμημένον τὴν περὶ τὴν εὐσέβειαν εὐσχημοσύνην.

ἔπειτα περιαγκωνίσαντες ἑκατέρωθεν, μάστιξιν κατῄκιζον,

Πείσθητι ταῖς τοῦ βασιλέως ἐντολαῖς, ἑτέρωθεν κήρυκος ἐπιβοῶντος.

ὁ δὲ μεγαλόφρων καὶ εὐγενὴς ὡς ἀληθῶς Ἐλεάζαρος, ὥσπερ ἐν ὀνείρῳ βασανιζόμενος κατʼ οὐδένα τρόπον μετετρέπετο.