Machabaeorum iv

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Τοῦτον τὸν τρόπον ἐπὶ τὴν ἔκθεσμον σαρκοφαγίαν ἐποτρύνοντος τοῦ τυράννου, λόγον ᾔτησεν ὁ Ἐλεάζαρος.

καὶ λαβὼν τοῦ λέγειν ἐξουσίαν, ἤρξατο δημηγορεῖν οὕτως

Ἡμεῖς, Ἀντίοχε, θείῳ πεπεισμένοι νόμῳ πολιτεύεσθαι, οὐδεμίαν [*](V 1 αυτων] αυτω U+05D0 2 των Εβραιων] Εβραιον U+05D0* (των Εβραιων U+05D0c.a) U+05D0V περισπασθαι] επισπασθαι U+05D0V υιων A V* (υειων U+05D0Vᵃ): item 6 ιδωλοθυτων (λ sup ras upi prius ν ut vid) U+05D0 3 τις U+05D0* (τινες U+05D0c.a ) θελοιεν] θελουσι V τε- (- λοιεν V* ᵛiᵈ) | μιαροφαγησαι U+05D0V 4 om Εβραιος U+05D0 | ονοματι] του- νομα V (sed νομα rescr partim sup ras ; bis scripsisse vid συναρπ . εις πρω- τος V*) γνωριμος] + δια την φιλοσοφιαν V 6 εγω] + πρεσβυτα U+05D0 | om ω πρεσβυτα U+05D0 | οσουτον A* (τ superscr A¹) θρησκια U+05D0 7 κεχαρισμενης] χ Sup ras U+05D01 | την τουδε του ζωου] τουτου του ζ. Vᵛid 8 των χωρις ονιδους ηδεω) κ δι sup ras et in mg Aa αδικον] pr δι A?ᵐᵍ sinistr αποστρεφει U+05D0* (- στρεφε- σθαι U+05D0c.a ) 10 καταφρονησειας V rescr 11 ληρον] cett desunt in V usque X II 1, folio codicis abscisso των λογισμων U+05D0 | αναλαβωνουν A 12 οικτιρη· σεις A 13 om ως U+05D0* (hab U+05D0c.a) θρησκειας] +υμων U+05D0 | συγνωμ. A συνγνU+05D0 | πασιν] παση 14 εχθεσμὸ U+05D0* (εκθ.U+05D0 c) 16 Αντιωχε A πεπεισμενω A)

738
[*](A) ἀνάγκην βιαιοτέραν εἶναι νομίζομεν τῆς πρὸς τὸν νόμον ἡμῶν εὐπειθείας.

διὸ δὴ κατʼ οὐδένα τρόπον παρανομεῖν ἀξιοῦμεν.

καίτοι εἰ καὶ κατὰ ἀλήθειαν μὴ ἦν ὁ νόμος ἡμῶν, ὡς σὺ ὑπολαμβάνεις, θεῖος, ἄλλως δὲ νομίζομεν αὐτὸν εἶναι θεῖον, οὐδὲ οὕτως ἐξὸν ἡμῖν ἦν τὴν ἐπὶ τῇ εὐσεβεία δόξαν ἀκυρῶσαι.

μὴ μικρὰν οὗν εἶναι νομίσῃς ταύτην, εἰ μιεροφαγήσαιμεν, ἁμαρτίαν.

τὸ γὰρ ἐν μικροῖς καὶ ἐν μεγάλοις παρανομεῖν ἰσοδύναμόν ἐστιν·

δι᾿ ἑκατέρου γὰρ ὡς ὁμοίως ὁ νόμος ὑπερηφανεῖται.

χλευάζεις δέ ἡμῶν τὴν φιλοσοφίαν, ὥσπερ οὐ μετὰ εὐλογιστίας ἐν αὐτῇ βιούντων.

σωφροσύνην τε γὰρ ἡμᾶς ἐκδιδάσκει, ὥστε πασῶν τῶν ἡδονῶν καὶ ἐπιθυμιῶν κρατεῖν, καὶ ἀνδρείαν ἐξασκεῖν, ὥστε πάντα πόνον ἑκουσίως ὑπομένειν·

καὶ δικαιοσύνην παιδεύει, ὥστε διὰ πάντων τῶν ἠθῶν ἰσονομεῖν καὶ εὐσέβειαν διδάσκειν, ὥστε μόνον τὸν ὄντα θεὸν σέβειν μεγαλοπρεπῶς.

διὸ οὐ μιεροφαγοῦμεν· πιστεύοντες γὰρ θεοῦ καθεστάναι τὸν νόμον, οἴδαμεν ὅτι καὶ κατὰ φύσιν ἡμῖν συμπαθεῖ νομοθετῶν ὁ τοῦ κόσμου κτίστης·

τὰ μέν οἰκειωθησόμενα ἡμῶν ταῖς ψυχαῖς ἐπέτρεψεν ἐσθίειν, τὰ δέ ἐναντιωθησόμενα ἐκώλυσεν σαρκοφαγεῖν.

τυραννικὸν δὲ οὐ μόνον ἀναγκάζεις ἡμᾶς παρανομεῖν, ἀλλὰ καὶ ἐσθίειν, ὅπως τῇ ἐχθίστη ἡμῶν μιεροφαγίᾳ ταύτῃ ἔτι ἐγγελάσῃς

ἀλλ᾿ οὐ γελάσεις κατʼ ἐμοῦ τοῦτον τὸν γέλωτα·