Machabaeorum iv

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ὦ μελέα ἔγωγε καὶ [*](A) πολλάκις τρισαθλία, ἥτις ἑπτὰ παῖδας τεκοῦσα, οὐδενὸς μήτηρ γεγένημαι.

ὦ μάταιοι ἑπτὰ κυοφορίαι, καὶ ἀνόνητοι ἑπτὰ δεκάμηνοι, καὶ ἄκαρποι τιθηνίαι, καὶ ταλαίπωροι γαλακτοτροφίαι.

μάτην ἐφʼ ὑμῖν, ὦ παῖδες, πολλὰς ὑπέμεινα ὼδῖυας καὶ χαλεπωτέρας φροντίδας ἀνατροφῆς.

ὦ τῶν ἐμῶν παίδων, οἱ μὲν ἄγαμοι, οἱ δέ γαμήσαντες ἀνονητοι, οὐκ ὄψομαι ὑμῶν τέκνα, οὐδέ μάμμη κληθεῖσα μακαρισθήσομαι.

ὦ ἡ πολύπαις καὶ καλλίπαις ἐγὼ γυνὴ χήρα καὶ μόνη πολύθρηνος·