Machabaeorum iv

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

οὐδʼ ἂν ἀποθάνω, θάπτοντα τῶν υἱῶν ἔξω τινά. ἀλλὰ τούτῳ τῷ θρήνῳ οὐδένα ὀλοφύρετο ἡ ἱερὰ καὶ θεοσεβὴς μήτηρ,

οὐδʼ ἵνα μὴ ἀποθάνωσν ἀπέτρεπεν αὐτῶν τινα, οὐδʼ ὡς ἀποθνησκόντων ἐλυπήθη.

ἀλλʼ ὥσπε ἀδαμαντινον ἔχουσα τὸν νοῦν, καὶ εἰς ἀθανασίαν ἀνατίκτουσα τὸν τῶν υἱῶν ἀριθμόν, μᾶλλον ὑπέρ τῆς εὐσεβείας ἐπὶ τὸν θάνατον αὐτοὺς προετρέπετο ἱκετεύουσα.

Ὧ μήτηρ δι εὐσέβειαν θεοῦ στρατιῶτι. πρεσβῦτι καὶ γυνή, διὰ καρτερίαν καὶ τύραννον ἐνίκησας, καὶ ἔργοις δυνατωτέρα καὶ λόγοις εὑρέθης ἂν ἀνδρός.

καὶ γὰρ ὅτε συνελήμφθηι μετὰ τῶν παίδων, εἱστήκεις τὸν Ἐλεάζαρον ὁρῶσα βασανιζόμενον, καί ἔλεγες τοῖς παισὶν ἐν τῇ Ἑβραΐδι φωνῇ