Machabaeorum iv

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Εἰ δὲ τοίνυν τῶν μέχρι θανάτου πόνων ὑπερεφρόνησαν οἱ ἑπτὰ ἀδελφοί, συνομολογεῖται πανταχόθεν, ὅτι αὐτοδέσποτός ἐστιν τῶν παθῶν ὁ εὐσεβὴς λογισμός.

ὥσπερ γὰρ οἱ τοῖς πάθεσιν δουλωθέντες ἐμιεροφάγησαν, ἐλέγομεν γὰρ αὐτοὺς τούτοις νενικῆσθαι

νυνὶ δὲ οὐχ οὕτως· ἀλλὰ τῷ ἐπαινουμένῳ λογισμῷ παρὰ θεῷ περιεγένοντο τῶν παθῶν.

καὶ οὐκ ἔστιν παριδεῖν τὴν ἡγεμονίαν τῆς διανοίας· ἐπεκράτησαν γὰρ καὶ πάθους καὶ πονων.

πῶς οὖν οὐκ ἔστιν τούτοις τὴν τῆς εὐλογιστίας παθοκρατίαν ὁμολογεῖν, οἱ τῶν μὲν διὰ πυρὸς ἀλγηδόνων οὐκ ἐπεστράφησαν;

καθάπερ γὰρ προβλῆτες λιμένων πύργοι τὰς κυμάτων ἀπειλὰς ἀνακόπτοντες, γαληνὸν παρέχουσιν τοῖς εἰσπλέουσιν τὸν ὅρμον·

οὕτως ἡ ἑπτάπυργος τῶν νεανίσκων εὐλογιστία τὸν τῆς εὐσεβείας ὀχυρωσασα λιμένα τὴν τῶν παθῶν ἐνίκησεν ἀκολασίαν.

ἱερὸν γὰρ εὐσεβείας στήσαντες χορὸν παρεθάρσυνον ἀλλήλους, λέγοντες

Ἀδελφικῶς ἀποθάνοιμεν ἀδελφοὶ περὶ τοῦ νόμου· μιμησώμεθα τοὺς τρεῖς τοὺς ἐπὶ τῆς Συρίας νεανίσκους, οἵ τῆς ἰσοπάλιδος καμίνου κατεφρόνησαν.

μὴ δειλανδρήσωμεν πρὸς τὴν τῆς εὐσεβίας ἀπόδειξιν.

[*](U+05D0V)[*](15 κακως] pr κακος ων V αποκτεινας U+05D0 (-κτιν.) V 16 om εφη U+05D0c.a (repos ut vid U+05D0c.b) V 17 απαυτομολω] αυτωμολω V * (.τομ. Vᵃ) αδελ φων μου] παιδων U+05D0* (αδ. μου U+05D0c.a αδελφων V μαρτυριας] αριστιας U+05D0V* (-τειας Vᵃ) 18 πατριον V γενει μου] εθνει (-νι U+05D0) ημων U+05D0V 20 ερ- ριφεν V απεδωκεν] + το πνα U+05D0 + την ψυχην V X III 1 ει δε] ΐδε A υπερεφρονησαν] συπερεφροσαν (sic) U+05D0* (υπερεφρονησ. U+05D0¹) υπερηφανησαν V πανταχοθεν] ποντοθεν V 2 ωσπερ] ει U+05D0* (ωσπ. U+05D0c.a) οι] om U+05D0* U+05D0c.a V παθεσι U+05D0 | εμιαροφ. Vᵃ ελεγαμεν (sic) U+05D0 γαρ 2⁰] αν U+05D0 om V | του τοις αυτους U+05D0 ενικησθαι V * ᵛⁱᵈ (νεν. Vᵃ) 3 παρα θῦ λογισμω U+05D0 παρα θω λογ. V 4 και 1⁰] ων U+05D0V 5 ουκ 1⁰] pr ο A ευλογιστιας A¹U+05D0V] ευλογιας A* πανθοκρατιαν U+05D0* (παθ. U+05D0¹) παθοκρατειαν Vᵃ μεν] + γαρU+05D0* (improb U+05D0c.ᵃ) επεστραφησαν (εεστρ. A* επ. A¹)] απεστραφησαν U+05D0* (επ U+05D0c.a ) 6 προ- βλητες] προπληταις A προβληταις U+05D0 προβλιται V * -βλητ. Va πυργοις A κυματων] pr των U+05D0V ανακοπτοντες] ανακαμπτοντες V παρεχουσι U+05D0V εισ- πλεουπι V 7 επταπυρος V* (-πυργ. V¹) ευσεβιας U+05D0; item 8 | ενει- κησε ακολασιαν] κολασιν U+05D0V 8 παρεθαρσυναν V 9 αποθανω- μεν U+05D0V (-νομ. V* -νωμ. Vᵃ) Ασσυριας (ασ superscr) A¹?ᵃU+05D0?V | εισεπο- λιδος A ισοπολιτιδου U+05D0* ισοπολιτιδος U+05D0c.a V καμινου] καιομενης U+05D0* (καμειν. U+05D0c.a) 10 ευσεβειας V επιδιξιν U+05D0)
751

καὶ ὁ μέν Θάρει, ἀδελφέ, ἔλεγεν· ὁ δέ Εὐγενῶς καρτέρησον.

[*](A) δὲ ἔλεγεν Μνήσθητε πόθεν ἐστέ, ἡ τίνος πατρὸς χειρὶ σφαγιασθῆναι διὰ τὴν εὐσέβειαν ὑπέρεινεν ὁ Ἰσαάκ.

εἶς δὲ ἕκαστος καὶ ἀλλήλους ὁμοῦ πάντες ἐφορῶντες φαιδροὶ καὶ μάλα θαρραλέοι Ἑαυτούς, ἔλεγον, τῷ θεῷ ἀφιερώσομεν ἐξ ὅλης τῆς καρδίας τῷ δόντι τὰς ψυχάς, καὶ χρήσωμεν τῆ περὶ τὸν νόμον φυλακῇ τὰ σώματα.

μὴ φοβηθῶμεν τὸν δοκοῦντα ἀποκτενεῖν.

μέγας γὰρ ψυχῆς ἀγὼν καὶ κίνδυνος ἐν αἰωνίῳ βασάνῳ κείμενος τοῖς παραβᾶσιν τὴν ἐντολὴν τοῦ θεοῦ.

καθοπλισώμεθα τοιγαροῦν τῇ τοῦ θείου λογισμοῦ παθοκρατίᾳ.

οὕτως παθόντας ἡμᾶς Ἀβραὰμ καὶ Ἰσαὰι καὶ Ἰακὼβ ὑποδέξονται, καὶ πάντες οἱ πατέρες ἐπαινέσουσιν.

καὶ ἐνὶ ἑκάστῳ τῶν ἀποσπωμένων αὐτῶν ἀδελφῶν ἔλεγον οἱ περιλειπόμενοι Μὴ καταισ χύνῃς ἡμᾶς, ἀδελφέ, μηδέ ψεύσῃ τοὺς προαποθανόντας.

Οὐκ ἀγνοεῖτε δὲ τὰ τῆς ἀνθρωπότητος φίλτρα, ἄπερ ἡ θεία καὶ πάνσοφος πρόνοια διὰ τῶν πατέρων τοῖς γενναομένοις ἐμέρισεν, καὶ διὰ τῆς μητρῷος φυτεύσισα γαστρός·

ἐν ἦ τὸν ἴσον ἀδελφοὶ κατοικήσαντες χρόνον, καὶ ἐν τῷ αὐτῷ χρόνῳ πλασθέντες, καὶ ἀπὸ τοῦ αὐτοῦ αἵματος αὐξηθέντες, καὶ διὰ τῆς αὐτῆς ψυχῆς τελεσφορηθέντες,