Machabaeorum iii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ὁ δὲ τἀληθές αὐτοὺς λέγειν παραδεξάμενος καὶ παραινέσας, ἔδωκεν αὐτοῖς ἄδειαν πάντων, ὅπως τοὺς παραβεβηκότας τοῦ θεοῦ τὸν νόμον ἐξολεθρεύσωσιν κατὰ πάντα τὸν ὑπὸ τῆς βασιλείας αὐτοῦ τόπον μετὰ παρρησίας, ἄνευ πάσης βασιλικῆς ἐξουσίας καὶ ἐπισκέψεως.

τότε κατευφημήσαντες αὐτόν, ὡς πρέπον ἦν, οἱ τούτων ἱερεῖς καὶ πᾶν τὸ πλῆθος, ἐπιφωνήσαντες τὸ ἁλληλουιά, μετὰ χαρᾶς ἀνέλυσαν·

οὗτοί τε τὸν ἐμπεσόντα τῶν μεμιαμμένων ὁμοεθνῆ κατὰ τὴν ὀδὸν ἀπέκτεννον, καὶ μετὰ παραδιγματισμῶν ἀνήρουν.