Machabaeorum ii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ὥστε αὐτὸν τὸν βασιλέα καὶ τοὺς σὺν αὐτῷ ἐκπλήσσεσθαι τὴν τοῦ νεανίσκου ψυχήν, ὡς ἐν [*](V)[*](1 υιων AV* | μαστιξι V | νευροις V 2 εις] ει A* (ς superscr A¹) ειπεν] ουτως εφη V μελλεις] pr τι V ημων] pr παρ V | πατρωους νομους παραβαινειν] παραβ. τους πατριους νομ. V 4 τον γεν.] το γεν. Α | γλωσσοτι μειν (sic) A γλωττοτομειν V 5 αχριστον V | λοιποις] ολοις V | εκελευσεν] προσεταξεν V προσαγειν] προσαγαγειν V | εμπνουν V | δὶ- δουσης] διαδουσης V 6 ο κυριος] om ο V | Μωυσης V 7 μεταλ- λαξαντος] ras 2 vel lilt inter ξαν et τος A? περισυραντες V | φαγεσθαι] φαγεσαι V | επηρωτουν A | το σωμα κατα μελος V 9 αλαστορ Va αιωνιον] + ημας A 10 ταχεως] ευθεως V | προεβαλεν V | ευθαρσως V 11 κεκληται] κεκτημαι V | κομιζεσθαι] νομισασθαι V 12 εκπλησσεσθαι] καταπλησσεσθαι V | νεανισκου] νεανιου V)

681
οὐδενὶ τὰς ἀλγηδόνας ἐτίθετο.

Καὶ τούτου δὲ μεταλλάξαντος [*](A) τὸν τέταρτον ὡσαύτως ἐβασάνιζον αἰκιζόμενοι.

καὶ γενόμενος πρὸς τῷ τελευτᾶν οὕτως ἔφη Αίρετὸν μεταλλάσσοντας ἀπὸ ἀνθρώπων τὰς ὑπὸ τοῦ θεοῦ προσδοκᾷν ἐλπίδας πάλιν ἀναστήσεσθαι ὑπʼ αὐτοῦ· σοὶ μέν γὰρ ἀνάστασις εἰς ζωὴν οὐκ ἔσται.

Ἐχι μένως δὲ τὸν πέμπτον προσάγοντες ᾐκίζοντο.

ὁ δὲ πρὸς αὐτὸν ἰδὸν εἶπεν Ἐξουσίαν ἐν ἀνθρώποις ἔχων ὃ θέλεις ποιεῖς, φθαρτὸς ὤν· μὴ δόκει δὲ τὸ γένος ἡμῶν ὑπὸ τοῦ θεοῦ καταλελεῖφθαι.

σὺ δὲ καρτέρει, καὶ θεώρει τὸ μεγαλεῖον αὐτοῦ κράτος, ὡς σέ καὶ τὸ σπέρμα σου βασανιεῖ.

Μετὰ δὲ τοῦτον ἦγον τὸν ἕκτον, καὶ μέλλων ἀποθνήσκειν ἔφη Μὴ πλανῶ μᾶλλον, ἡμεῖς γὰρ διʼ ἑαυτοὺς ταῦτα πάσχομεν, ἁμαρτόντες εἰς τὸν ἑαυτῶν θεόν· ἄξια θαυμασμοῦ γέγονεν·

σὺ δέ μὴ νομίσῃς ἀθῷος ἔσεσθαι θεομαχεῖν ἐπιχειρήσας.

Ὑπεραγόντως δέ ἡ μήτηρ ἀγαθὴ καὶ μνήμης ἀγαθῆς ἀξία, ἥτις ἀπολλυμένους υἱοὺς ἑπτὰ συνορῶσα μιᾶς ὑπὸ καιρὸν ἡμέρας εὐψύχως ἔφερεν διὰ τὰς ἐπὶ Κύριον ἐλπίδας.

ἕκαστον δὲ τῶν ἀνθρώπων παρεκάλει τῇ πατρίῳ φωνῇ, γενναίῳ πεπληρωμένη φρονήματι καὶ τὸν θῆλυν λογισμὸν ἄρσενι θυμῷ διεγείρασα, λέγουσα πρὸς αὐτοὺς

Οὐκ οἶδ᾿ ὅπως εἰς τὴν ἐμὴν ἐφάνητε κοιλίαν, οὐδὲ ἐγὼ τὸ πνεὐμα καὶ τὴν ζωὴν ὑμῖν ἐχαρισάμην, καὶ τὴν ἐκάστου στοιχείωσιν οὐκ ἐγὼ διερύθμισα.