Machabaeorum ii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Συνέβη δὲ καὶ ἑπτὰ ἀδελφοὺς μετὰ τῆς μητρὸς συλλημφθέντας [*](21 εσθοντα V | τεταγμενα] προστεταγμενα V 22 τυχοι] τυχη V | V φιλανθρωπιας] pr τησδε της V 23 γηρως V | επικτητους A | και επι- φανους πολιτειας] επιφανιας (-νειας Vᵃ) και της πολιας V | θεοκτιστου] pr της V 24 πολλοι των νεων] πολλοις των νεω (sic, sed ν fort evan ad fin lin) A | μεταβεβηναι A 25 ακαριαιον] ακαιρεον A ακεραιον V | δι] εις V | κατακτησωμαι] καταστησωμαι V* καταστησομαι Va 27 διαλλαξας] μεταλλαξας Va (rescr) 28 υποδειγμα V | ειπως A | ηλθεν] ειλκετο V 29 αγοντων] αποντων V | προς αυτον την μικρω προτερον ευμενειαν δυσμενειαν (η δυσμ. A)] την μ. προτ. προς αυτον ευμ. εις δυσμενειαν απαγοντων V (γοντων rescr) om την 2° A (lalb V) | απονοιαν] + ειναι AV 30 σωμα] pr το V | δια] pr και V 31 τον τροπον τουτον V | νεοις] υιοις V | υποδειγμα V | καταλιπων Va VII 1 συλληφθεντας V)

680
[*](A) ἀναγκάζεσθαι ὑπὸ τοῦ βασιλέως ἀπὸ τῶν ἀθεμίτων ὑείων κρεῶν ἐφάπτεσθαι, μάστιξιν καὶ νευραῖς αἰκιζομένους.

εἰς δὲ αὐτῶν γενόμενος προήγορος εἶπεν Μέλλεις ἐρωτᾶν καὶ μανθάνειν ἡμῶν; ἕτοιμοι γὰρ ἀποθνήσκειν ἐσμὲν ἢ πατρῴους νόμους παραβαίνειν.

ἔκθυμος δὲ γενόμενος ὁ βασιλεὺς προσέταξεν τήγανα καὶ λέβητας ἐκπυροῦν.

τῶν δὲ παραχρῆμα ἐκπυρωθέντων, τὸν γενόμενον αὐτῶν προήγορον προσέταξεν γλωσσοτομεῖν, καὶ περισκυθίσαντας ἀκρωτηριάζειν, τῶν λοιπῶν ἀδελφῶν καὶ τῆς μητρὸς συνορώντων.

ἄχρηστον δὲ αὐτὸν τοῖς λοιποῖς γενόμενον ἐκέλευσεν τῇ πῦρ προσάγειν ἔνπνουν καὶ τηγανίζειν. τῆς δὲ ἀτμίδος ἐφʼ ἱκανὸν διδούσης τοῦ τηγάνου ἀλλήλους παρεκάλουν σὺν τῇ μητρὶ γενναίως τελευτᾷν, λέγοντες οὕτως

Ὁ κύριος ὁ θεὸς ἐφορᾷ, καὶ ταῖς ἀληθείαις ἐφʼ ἡμῖν παρακαλεῖται, καθάπερ διὰ τῆς κατὰ πρόσωπον ἀντιμαρτυρούσης ᾠδῆς διεσάφησεν Μωσῆς, λέγων

  • Καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται.
  • Μεταλλάξαντος δὲ τοῦ πρώτου τὸν τρόπον τοῦτον, τὸν δεύτερον ἦγον ἐπὶ τὸν ἐμπαιγμόν· καὶ τὸ τῆς κεφαλῆς δέρμα σὺν ταῖς θριξὶν περισύροντες ἐπηρώτων Εἰ φάγεσθαι πρὸ τοῦ τιμωρηθῆναι κατὰ μέλος τὸ σῶμα;

    ὁ δὲ ἀποκριθεὶς τῇ πατρίῳ φωνῇ προσεῖπεν Οὐχί. διόπερ καὶ οὗτος τὴν ἐξῆς ἔλαβεν βάσανον, ὡς ὁ πρῶτος.

    ἐν ἐσχάτῃ δέ πνοῇ γενόμενος εἶπεν Σύ μέν, ἀλάστωρ, ἐκ του παρόντος ἡμᾶς ζῆν ἀπολύεις, ὁ δὲ τοῦ κόσμου βασιλεὺς ἀποθανόντας ἡμᾶς ὑπέρ τῶν αὐτοῦ νόμων εἰς αἰώνιον ἀναβίωσιν ζωῆς ἡμᾶς ἀναστήσει.

    Μετὰ δὲ τοῦτον ὁ τρίτος ἐνεπαίζετο, καὶ τὴν γλῶσσαν αἰτηθεὶς ταχέως προέβαλλεν καὶ τὰς χεῖρας εὐθαρσέως προέτεινεν·

    καὶ γενναίως εἶπεν Ἐξ οὐρανοῦ ταῦτα κέκληται, καὶ διὰ τοὺς αὐτοῦ νόμους ὑπερορῶ ταῦτα, καὶ παρʼ αὐτοῦ ταῦτα πάλιν ἐλπίζω κομίζεσθαι