Machabaeorum ii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Τοῦ δὲ βασιλέως ἐπερωτήσαντος τὸν Ἡλιόδωραν ποῖός τις εἴη ἐπιτήδειος ἔτι ἅπαξ διαπεμφθῆναι εἰς Ἰεροσόλυμα, ἔφησεν

Εἴ τινα ἔχεις πολέμιον ἡ πραγμάτων ἐπίβουλον, πέμψον αὐτὸν ἐκεῖ, καὶ μεμαστιγωμένον αὐτὸν προσδέξῃ, ἐάνπερ καὶ διασωθῇ, διὰ τὸ περὶ τὸν τόπον ἀληθῶς εἶναί τινα θεοῦ δύναμιν.

αὐτὸς γὰρ ὁ τὴν κατοικίαν ἐπουράνιον ἔχων ἐπόπτης ἐστὶν καὶ βοηθὸς ἐκείνου τοῦ τόπου, καὶ τοὺς παραγινομένους ἐπὶ κακώσει τύπτων ἀπολλύει.

καὶ τὰ μέν καθʼ Ἡλιόδωρον καὶ τὴν τοῦ γαζοφυλακίου τήρησιν οὕτως ἐχώρησεν.

Ὁ δὲ προειρημένος Σίμων, ὁ τῶν χρημάτων καὶ τῆς πατρίδος ἐνδείκτης γεγονώς, ἐκακολόγει τὸν Ὀνίαν ὡς οὗτός τε εἴη τὸν Ἡλιόδωρον ἐπισεσεικὼς καὶ τῶν κακῶν δημιουργὸς καθεστηκώς·

καὶ τὸν εὐεργέτην τῆς πόλεως καὶ τὸν κηδεμόνα τῶν ὁμοεθνῶν καὶ ζηλωτὴν τῶν νόμων, ἐπίβουλον τῶν πραγμάτων ἐτόλμα λέγειν.

τῆς δέ ἔχθρας ἐπὶ τοσοῦτον προβαινούσης, ὥστε καὶ διά τινος τῶν ὑπὸ τοῦ Σίμωνος δεδοκιμασμένων φόνους συντελεῖσθαι,

συνορῶν Ὄνίας τὸ χαλεπὸν τῆς φιλονεικίας καὶ Ἀπολλώνιον Μενεσθέως, τῶν Κοίλης Φοινίκης καὶ Συρίας στρατηγόν, συναύξοντα τὴν κακίαν τοῦ Σίμωνος,

πρὸς τὸν βασιλέα διεκοσμήθη, οὐ γινόμενος τῶν πολιτῶν κατήγορος, τὸ δὲ σύμφορον κοινῇ καὶ κατʼ ἰδίαν παντὶ τῷ πλήθει [*](V)[*](33 οι αυτοι νεανιαι] αυτοι οι νεαν. V | ειπον V | πολλας V | κεχαρισται σοι V | Κυριος] pr ο V 34 εξ ουρανου] υπ αυτου V | μεμαστιγωμενος] μεν μαστιγωμενος (sic) A | ταυτα δε] ταυτ V 35 ανενεγκας V | τω θεω] τω κω V | om ευξαμενος V | ανεστρατοπεδευσεν] εστρατοπαιδευσεν V* -πεδευσε Vᵃ 36 εργα του] τργαζου A μεγίστου] μεγάλου V 37 ειη] ειν V* ην Vᵃ | εφησεν] εφη V 34 θεοῦ δυναμιν τινα V 39 επουρανιον] π ex τι fec vid A? | απολλυσιν V 40 καθ] κατα V IV 1 ουτος] αυτος V 2 τον κηδ.] om τον V 4 Ονιας pr ο V του χαλεπον V* (το χαλ. Vᵃ) | Μενεσθεως coniec Ηορτ] μαινεσθαι εως A μ. ως V τῶν] τον V | Συριας κ. Φοινικης V | συναυξοντο A 5 προς] ως V|| διεκοσμηθη] διεκομισθη Vᵃ | συμφερον Vᵃ | om και V)

671
σκοπῶν.

ἑώρα γὰρ ἄνευ βασιλικῆς προνοίας ἀδύνατον εἶναι τυχεῖν [*](A) εἰρήνης ἐπὶ τὰ πράγματα, καὶ τὸν Σίμωνα παῦλαν οὐ λημψόμενον τῆς ἀνοίας.

Μεταλλάξαντος δέ τὸν βίον Σελεύκου, καὶ παραλαβόντος τὴν βασιλείαν Ἀντιόχου τοῦ προσαγορευθέντος Ἐπιφανοῦς, ὑπενόθευσεν Ἰάσων ὁ ἀδελφὸς Ὀνίου τὴν ἀρχιερωσύνην·

ἐπαγγειλάμενος τῷ βασιλεῖ δι᾿ ἐντεύξεως ἀργυρίου τάλαντα ἑξήκοντα πρὸς τοῖς τριακοσίοις, καὶ προσόδου τινὸς ἄλλης τάλαντα ὀγδοήκοντα.