Machabaeorum ii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ὁ δ᾿ ἕτερος, δι᾿ ἂς εἶχεν βασιλικὰς ἐντολάς, πάντως ἔλεγεν εἰς τὸ βασιλικὸν ἀναλημπτέα ταῦτα εἶναι.

Ταξάμενος δέ ἡμέραν εἰσῄει τὴν περὶ τούτων ἐπίσκεψιν οἰκονομήσων· ἦν δὲ οὐ μικρὰ καθʼ ὅλην τὴν πόλιν ἀγωνία.

οἱ δὲ ἱερεῖς πρὸ τοῦ θυσιαστηρίου ἐν ταῖς ἱερατικαῖς στολαῖς ῥίψαντες ἑαυτοὺς ἐπεκαλοῦντο εἰς οὐρανὸν τὸν περὶ παρακαταθήκης νομοθετήσαντα τοῖς παρακαταθεμένοις ταῦτα σῷα διαφυλάξαι.

ἦν δὲ ὁρῶντα τὴν τοῦ ἀρχιερέως εἰδέαν τιτρώσκεσθαι τὴν διάνοιαν· ἡ γὰρ ὄψις καὶ τὸ τῆς χρόας παρηλλαγμένον ἐνέφαινεν τὴν κατὰ ψυχὴν ἀγωνίαν·

περιεκέχυτο γὰρ ἐπὶ τὸν ἄνδρα δέος τι καὶ φρικασμὸς σώματος, δι᾿ ὧν πρόδηλον ἐγίνετο τοῖς θεωροῦσιν τὸ κατὰ καρδίαν ἐνεστὸς ἄλγος.

οἱ δὲ ἐκ τῶν οἰκιῶν ἀγεληδὸν ἐξεπήδων ἐπὶ πάνδημον ἱκετίαν, διὰ τὸ μὴ μέλλειν εἰς καταφρόνησιν ἔρχεσθαι τὸν τόπον.

ὑπεζωσμέναι δὲ ὑπὸ τοὺς μαστοὺς αἱ γυναῖκες σάκκους κατὰ τὰς ὁδοὺς ἐπλήθυνον· αἱ δὲ κατάκλειστοι τῶν παρθένων, αἱ μέν συνέτρεχον ἐπὶ τοῖς πυλῶνας, αἱ δὲ ἐπὶ τὰ τείχη, τινὲς δὲ διὰ τῶν θυρίδων διέκυπτον.

πᾶσαι δέ προτείνουσαι τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐποιοῦντο τὴν λιτανείαν·

ἐλεεῖν δὲ τὴν τοῦ πλήθους πανμιγῆ πρόπτωσιν, τὴν τε τοῦ μεγάλως ἀγωνιῶντος ἀρχιερέως προσδοκίον.

[*](V)[*](9 υπο του αρχιερεως] ο αρχιερευς A | της πολεως] pr και V ενεκα V παρεστιν] παρεγενετο V διεσαφησεν V 11 Τωβιω A ουτως] ως V διαβαλλων] + ην V δυσεβης A διακοσια] δ sup ras Aᵃ? 12 ἀδικησαι] αδικηθηναι V | τε] δε V | om τη 2° V | τιμωμενου V | ασυλεια A 13 ο δ ετερος] ο δε Ιλιοδωρος V | το βασιλικον] την βασιλικην προσοδον V | ταυτα] ταυτ V 15 εν] συν V | παρακαταθηκης] καταθηκης V 17 επι] περι V | ων] ην A | προδηλον εγινετο] εγιν. εκδηλον V 18 οι δι] ετι δε V | οικειων A ικετειαν Vᵃ | om μη V 19 υπο τους μαστους αι γυναικες] αι γυν. υπο τ. μ. το στηθος V | διεξεκυπτον V | 20 λιταναιαν A λιτανιαν V* (-νειαν Vᵃ) 21 δε] δ ην V παμμιγη V την τε] και την V αγωνιωντος] α sup ras Aᵃ)
669

Ιἱ μέν οὗν ἐπεκαλοῦντο τὸν πανκρατῆ κύριον τὰ [*](A) πεπιστευμένα τοῖς πεπιστευκόσιν σῶα διαφυλάσσειν μετὰ πάσης ἀσφαλείας.

ὁ δὲ Ἡλιόδωρος τὸ διεγνωσμένον ἐπετέλει.

αὐτόθι δὲ αὐτοῦ σὺν τοῖς δορυφόροις κατὰ τὸ γαζοφυλάκιον ἤδη παρόντος, ὁ τῶν πνευμάτων καὶ πάσης ἐξουσίας δυνάστης ἐπιφανίαν μεγάλην ἐποίησεν, ὥστε πάντας τοὺς κατατολμήσαντας συνελθεῖν, καταπλαγέντας τὴν τοῦ θεοῦ δύναμιν, εἰς ἔκλυσιν καὶ δειλίαν τραπῆναι.