Machabaeorum ii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἐπεὶ δὲ τῷ βασιλεῖ ἀντιπράττειν οὐκ ἦν, εὔκαιρον ἐτήρει στρατηγήματι τοῦ ἐπιτελέσαι.

ὁ δὲ Μακκαβαῖος αὐστηρότερον διεξαγαγόντα συνιδὼν τὸν Νικάνορα τὰ πρὸς αὐτόν, καὶ τὴν ἠθισμένην ἀπάντησιν ἀγροικότερον ἐσχηκότα, νοήσας οὐκ ἀπὸ τοῦ βελτίστου τὴν αὐστηρίαν εἶναι, συστρέψας οὐκ ὀλίγους τῶν περὶ αὐτόν, συνεκρύπτετο τὸν Νικάνορα.

Συγγνοὺς δὲ ὁ ἕτερος ὅτι γενναίως ὑπὸ τοῦ ἀνδρὸς ἐστρατήγηται, παραγενόμενος ἐπὶ τὸ μέγιστον καὶ ἅγιον ἱερόν, τῶν ἱερέων τὰς καθηκούσας θυσίας προσαγόντων, ἐκέλευσεν παραδιδόναι τὸν ἄνδρα.

τῶν δὲ μεθʼ ὅρκων φασκόντων μὴ γινώσκειν ποῦ ποτʼ ἐστὶν ὁ ζητούμενος,

προτείνας τὴν δεξιὰν ἐπὶ τὸν νεώ, ὤμοσεν ταῦτα Ἐὰν μὴ δέσμιόν μοι τὸν Ἰούδαν παραδῶτε, τόνδε τὸν τοῦ θεοῦ σηκὸν εἰς πεδίον ποιήσω, καὶ τὸ θυσιαστήριον κατασκάψω, καὶ ἱερὸν ἐνταῦθα τῷ Διονύσῳ ἐπιφανὲς ἀναστήσω.

τοσαῦτα δὲ εἰπὼν ἀπῆλθεν· οἱ δε ἱερεῖς προτείναντες τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐπεκαλοῦντο τὸν διὰ παντὸς ὑπέρμαχον τοῦ ἔθνους ἡμῶν, ταῦτα λέγοντες

Σύ, Κύριε, τῶν ὅλων ἀπροσδεὴς ὑπάρχων, ηὐδόκησας ναὸν τῆς σῆς σκηνώσεως ἐν ἡμῖν γενέσθαι.

καὶ νῦν, ἅγιε παντὸς ἁγιασμοῦ κύριε, διατήρησον εἰς αἰῶνα ἀμίαντον [*](24 προσεκεκλειτο A προσεκεκλητο V 25 παρεκαλεσεν] + δε V v 26 ηκεν] ηλθεν V | Δημητρειον A | των πραγμ.] pr περι V | om αυτου V | Ιουδαν] + αυτου V | απεδειξεν] αναδεδιχεν V* (-δεδειχ. Vᵃ) 27 ταις] τοις A | παμπον. Vᵃ | Νικανορι] pr τω V | φασκων υπερ μεν των συνθηκων V | εξαποστελειν V | Αντιοχειαν V 28 δυσφορως] δυσχερερως (sic) V | αθε- τησιν A | τανδρος] του ανδρος Va 29 επει] επι A | του επιτελεσαι] τουτ επιτ. V* τουτο επ. Va 30 ειθισμενην V | συνετρεψας V* συνεκ|τρεψας Vᵃ | αυτον 2⁰] εαυτον V | συνεκρυπτετο] διεκρυπτε V 31 συγνους A συνγν. V* (συγγ. Vᵃ) τὰνδρος V* (του ανδρ. Vᵃ) τον μεγ. V* (το μεγ. Vᵃ) 32 φασκοντων] φαισαντων V* φησ. Vᵃ | γινωσκων A 33 νεων V | ωμοσεν ταυτα] ταυτ ωμοσεν V | παραδοτε V | om τον 3⁰ V | εις πεδιον] ισοπεδον V | Διανυσω (sic) A 34 δε 1⁰] δ V 35 ευδοκησας V)

704
[*](A) τόνδε τὸν προσφάτως κεκαθερισμένον οἶκον.

Ῥαζεὶς δέ τις τῶν ἀπὸ Ἰεροσολύμων πρεσβυτέρων ἐμηνύθη τῷ Νικάνορι ἀνὴρ φιλοπολίτης καὶ σφόδρα καλῶς ἀκούων, καὶ κατὰ τὴν εὔνοιαν πατὴρ τῶν Ἰουδαίων προσαγορευόμενος.

ἦν γὰρ ἐν τοῖς ἔμπροσθεν χρόνοις τῆς ἀμιξίας κρίσεις εἰσενηνεγμένος Ἰουδαισμοῦ, καὶ σῶμα καὶ ψυχὴν ὑπέρ τοῦ Ἰουδαισμοῦ παραβεβλημένος μετὰ πάσης ἐκτενίας.

βουλόμενος δὲ Νικάνωρ πρόδηλον ποιῆσαι ἣν εἶχεν πρὸς τοὺς Ἰουδαίους δυσμενίαν, ἀπέστειλεν στρατιώτας ὑπὲρ τοὺς πεντακοσίους συλλαβεῖν αὐτόν.

ἔδοξεν γὰρ ἐκεῖνον συλλαβὼν τούτοις ἐνεργάσασθαι συμφοράν.

τῶν δὲ πληθῶν μελλόντων τὸν πύργον καταλαβέσθαι καὶ τὴν αὐλαίαν θύραν βιαζομένων καὶ κελευόντων πῦρ προσάγειν καὶ τὰς θύρας ὑφάπτειν, περικατάλημπτος γενόμενος ὑπέθηκεν ἑαυτῷ τὸ ξίφος·

εὐγενῶς θέλων ἀποθανεῖν ἤπερ τοῖς ἀλιτηρίοις ὑποχείριος γενέσθαι, καὶ τῆς ἰδίας εὐγενείας ἀναξίως ὑβρισθῆναι.

τῇ δὲ πληγῇ μὴ κατευθικτήσας διὰ τὴν τοῦ ἀγῶνος σπουδήν, καὶ τῶν ὄχλων ἔσω τῶν θυρωμάτων εἰσβαλλόντων, ἀναδραμὼν γενναίως ἐπὶ τὸ τεῖχος, κατεκρήμνισεν ἑαυτὸν ἀνδρωδῶς εἰς τοὺς ὄχλους.

τῶν δὲ ταχέως ἀναποδισάντων, γενομένου διαστήματος, ἦλθεν κατὰ μέσον τὸν κενεῶνα.

ἔτι δὲ ἔμπνους ὑπάρχων καὶ πεπυρωμένος τοῖς θυμοῖς, ἐξαναστὰς φερομένων κρουνηδὸν τῶν αἱμάτων, καὶ δυσχερῶν τῶν τραυμάτων ὄντων, δρόμῳ τοὺς ὄχλους διελθών, καὶ στὰς ἐπί τινος πέτρας ἀπορρῶγος,

παντελῶς ἔξαιμος ἤδη γινόμενος, προβαλὼν τὰ ἔντερα καὶ λαβὼν ἑκατέραις ταῖς χερσίν, ἐνέσεισε τοῖς ὄχλοις· καὶ ἐπικαλεσάμενος τὸν δεσπόζοντα τῆς ζωῆς καὶ τοῦ πνεύματος τὰ αὐτὰ αὐτῷ πάλιν ἀποδοῦναι, τόνδε τὸν τρόπον μετήλλαξεν.

Ὁ δὲ Νικάνωρ μεταλαβὼν τοὺς περὶ τὸν Ἰούδαν ὄντας ἐν τοῖς κατὰ Σαμάρειαν τόποις, ἐβουλεύσατο τῇ τῆς καταπαύσεως ἡμέρᾳ μετὰ πάσης ἀσφαλείας αὐτοῖς ἐπιβαλεῖν.