Machabaeorum ii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἐπεὶ δὲ τῷ βασιλεῖ ἀντιπράττειν οὐκ ἦν, εὔκαιρον ἐτήρει στρατηγήματι τοῦ ἐπιτελέσαι.

ὁ δὲ Μακκαβαῖος αὐστηρότερον διεξαγαγόντα συνιδὼν τὸν Νικάνορα τὰ πρὸς αὐτόν, καὶ τὴν ἠθισμένην ἀπάντησιν ἀγροικότερον ἐσχηκότα, νοήσας οὐκ ἀπὸ τοῦ βελτίστου τὴν αὐστηρίαν εἶναι, συστρέψας οὐκ ὀλίγους τῶν περὶ αὐτόν, συνεκρύπτετο τὸν Νικάνορα.

Συγγνοὺς δὲ ὁ ἕτερος ὅτι γενναίως ὑπὸ τοῦ ἀνδρὸς ἐστρατήγηται, παραγενόμενος ἐπὶ τὸ μέγιστον καὶ ἅγιον ἱερόν, τῶν ἱερέων τὰς καθηκούσας θυσίας προσαγόντων, ἐκέλευσεν παραδιδόναι τὸν ἄνδρα.

τῶν δὲ μεθʼ ὅρκων φασκόντων μὴ γινώσκειν ποῦ ποτʼ ἐστὶν ὁ ζητούμενος,

προτείνας τὴν δεξιὰν ἐπὶ τὸν νεώ, ὤμοσεν ταῦτα Ἐὰν μὴ δέσμιόν μοι τὸν Ἰούδαν παραδῶτε, τόνδε τὸν τοῦ θεοῦ σηκὸν εἰς πεδίον ποιήσω, καὶ τὸ θυσιαστήριον κατασκάψω, καὶ ἱερὸν ἐνταῦθα τῷ Διονύσῳ ἐπιφανὲς ἀναστήσω.

τοσαῦτα δὲ εἰπὼν ἀπῆλθεν· οἱ δε ἱερεῖς προτείναντες τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐπεκαλοῦντο τὸν διὰ παντὸς ὑπέρμαχον τοῦ ἔθνους ἡμῶν, ταῦτα λέγοντες