Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἐξεζήτουν καὶ ἐξηραύνων τοὺς φίλους Ἰούδου, καὶ ἦγον αὐτοὺς πρὸς Βακχίδην· καὶ ἐξεδίκα αὐτούς, καὶ ἐνέπαιζον αὐτοῖς.

καὶ ἐγένετο θλίψις μεγάλη ἐν τῷ Ἰσραήλ, ἥτις οὐκ ἐγένετο ἀφʼ ἧς ἡμέρας οὐκ ὤφθη προφήτης αὐτοῖς.

καὶ ἡθροίσθησαν πάντες οἱ φίλοι Ἰούδου καὶ εἶπον τῷ Ἰωναθάν

Ἀφʼ οὗ ὁ ἀδελφός σου Ἰούδας τετελεύτηκεν, καὶ ἀνὴρ ὅμοιος αὐτῷ οὐκ ἔστιν ἐξελθεῖν πρὸς τοὺς ἐχθροὺς καὶ Βακχίδην, καὶ ἐν τοῖς ἐχθραίνουσιν τοῦ ἔθνους ἡμῶν.

νῦν οὖν σε ᾑρετισάμεθα σήμερον τοῦ εἶναι ἀντʼ αὐτοῦ ἡμῖυ εἰς ἄρχοντα καὶ ἡγούμενον, τοῦ πολεμῆσαι τὸν πόλεμον ἡμῶν.

καὶ ἐπεδέξατο Ἰωναθὰν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν ἥγησιν· καὶ ἀνέστη ἀντὶ [*](U+05D0V)[*](14 om εν U+05D0 15 κερας] μερος U+05D0 | om απ V 16 ειδον U+05D0V | και 2⁰] κατα προσωπον και U+05D0* και κατα προσωπον U+05D0¹ (και U+05D0c.a c.ᵇ) | επεστρεψεν U+05D0* (επεστρεψαν U+05D0c.a) V | om κατα π. U+05D0* (hab U+05D0c.a) | Ιουδου Va(vid) 17 επεσον U+05D0V | om και εκ τουτων U+05D0 19 ηρεν U+05D0 | αυτου] αυτων U+05D0 bis : 1° V | Μωδαειν U+05D0 Μωδειν V 20 om εκει U+05D0V | ειπεν U+05D0 ειπον V 22 περσσια U+05D0 περισσεα A | Ιουδα U+05D0Vᵃ | πολλη U+05D0V 23 Ιουδα U+05D0c.aV item 26, 28, 31, U+05D0: 31 V | εξεκοψαν V | ανετειλαν] ανεκυψαν V 24 μεγαλη] μεγας U+05D0V | ηντο μολ. V 26 εξηραυνων] ηρευνουν U+05D0 ηρευνων V | Ιουδα Vᵃ : item 28 | ηγαγον V | εξεδικα (-κει V)] εξεδιωκε U+05D0 | ενεπαιζεν U+05D0 -ζαν V* | αυτοις] pr εν V 28 τω | Ιωναθαν] om τω U+05D0* (hab U+05D0c.ᵃ) 29 post ου ras 1 lit A? | εξελθειν] + και εισελθειν XV 1 ηγησιν] ητησιν A)

629
Ἰούδου τοῦ ἀδελφοῦ αὐτοῦ.

Καὶ ἔγνω Βακχίδης, καὶ ἐζήτει [*](Α) αὐτὸν ἀποκτεῖναι.

καὶ ἔγνω Ἰωναθὰν καὶ Σίμων ὁ ἀδελφὸς αὐτοῦ καὶ πάντες οἱ μετʼ αὐτοῦ, καὶ ἔφυγον εἰς τὴν ἔρημον Θεκῶε, καὶ παρενέβαλον ἐπὶ τὸ ὕδωρ λάκκου Ἀσφάλ.

καὶ ἔγνω Βακχίδης τῇ ἡμέρᾳ τῶν σαββάτων, καὶ ἧλθεν αὐτὸς καὶ πᾶν τὸ στράτευμα αὐτοῦ πέραν τοῦ Ἰορδάνη.

καὶ ἀπέστειλεν τὸν ἀδελφὸν αὐτοῦ ἡγούμενον τοῦ ὄχλου· καὶ παρεκάλεσεν τοὺς Ναβαταίους φίλους αὐτοῦ παραθέσθαι αὐτοῖς τὴν ἀποσκευὴν αὐτῶν τὴν πολλήν.

καὶ ἐξῆλθον οἱ υἱοὶ Ἰαμβρεὶν ἐκ Μηδαβά, καὶ συνέλαβον Ἰωάννην καὶ πάντα ὅσα εἶχεν, καὶ ἀπῆλθον ἔχοντες.

μετὰ δὲ τοὺς λόγους τούτους ἀπήγγειλαν Ἰωναθὰν καὶ Σίμωνι τῷ ἀδελφῷ αὐτοῦ ὅτι Υὁοὶ Ἰαμβρὶν ποιοῦσιν γάμον μέγαν, καὶ ἄγουσιν τὴν νύμφην ἀπὸ Ναδαβάθ, θυγατέρα ἑνὸς τῶν μεγάλων μεγιστάνων Χανάαν, μετὰ παραπομτπῆς μεγάλης.