Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἐσείσθη ἡ γῆ ἀπὸ τῶν παρεμβολῶν αὐτῶν· καὶ ἐγένετο ὁ πόλεμος συνηγμένος ἀπὸ πρωίθεν ἕως ἑσπέρας.

καὶ ἴδεν Ἰούδας ὅτι Βακχίδης καὶ τὸ [*](2 Μαισαλωθ U+05D0V | αυτην] αυτους U+05D0* (-την U+05D0c.ᵃ) | απωλεσαν U+05D0 | ψυχας] U+05D0V pr εις U+05D0 3 δευτερου] pr του U+05D0V | πεντηκοστου κ. εκατοστου] ν΄ και ρ΄ U+05D0 | παρενεβαλον U+05D0V | εις] επι U+05D0V 4 δισχιλιασιν ιπων] B (sic) ιππον U+05D0* β΄ ιππον U+05D0c.a δισχιλιων ιπων V 5 παρενβεβληκως U+05D0 | Ελασα U+05D0V | τρισχι- λιοι] ?? U+05D0* γ U+05D0c.a | μετ αυτου εκλεκτοι U+05D0V 6 ειδον U+05D0Vᵃ | εξερρ. V¹ | κατελειφθη V | οκτ.] pr ως V 7 ειδεν U+05D0Va | την καρδια U+05D0* (τη καρδ. U+05D0¹ c.ᵃ) 8 επι] προς V | ημιν] ημων U+05D0V | αυτους] pr προς U+05D0V 9 απεστρεφον U+05D0* (-ψαν U+05D0c.a) V | αυτους U+05D0* (-τον U+05D0c.a) | δυνωμεθα U+05D0V + πολεμησαι προς αυτους V | σωζομεν U+05D0* V σωσομεν U+05D0c.a | επιστρεψομεν V* | μετα των αδελφων] και οι αδελφοι U+05D0V | πολεμησωμεν] pr μη V 10 om μοι U+05D0V | om τουτο U+05D0 | ηγγι κεν] pr ει U+05D0V | om και 3⁰U+05D0V | ανδρια] ανδρεως U+05D0V | om ημων 2⁰U+05D0* (hab. U+05D0c.ᵇ) | καταλιπωμεν U+05D0 11 προσεπορευοντο U+05D0* (προεπ. U+05D0c.a) V 12 om και 4⁰ U+05D0V | Ιουδα U+05D0V 13 εσεισθη] εσαλευθη U+05D0V των παρεμβ. pr της φωνης U+05D0V | om αυτων U+05D0V | απο πρ. συνηγμ. V | συνημμενος U+05D0 | εως] μεχρι U+05D0 14 ειδεν U+05D0Va)

628
[*](A) στερέωμα τῆς παρεμβολῆς ἐν τοῖς δεξιοῖς, καὶ συυῆλθον αὐτο πάντες οἱ εὔψυχοι τῃ καρδίᾳ.

καὶ συνετρίβη τὸ δεξιον κέρας ἀπʼ αὐτῶν, καὶ ἐδίωκεν ὀπίσω αὐτῶν ἕως Ἀζώτου ὄρους.

καὶ οἱ εἰς τὸ ἀριστερον κέρας ἴδον ὅτι συνετρίβη τὸ δεξιὸν κέρας, καὶ ἐπέστρεψαν κατὰ πόδας Ἰούδα καὶ τῶν μετʼ αὐτοῦ ἐκ τῶν ὄπισθεν.

καὶ ὁ πόλεμος, καὶ ἔπεσαν τραυματίαι πολλοὶ ἐκ τούτων καὶ ἐκ τούτων.

καὶ Ἰούδας ἔπεσεν καὶ οἱ λοιποὶ ἔφυγον.

καὶ ἦραν Ἰωναθὰν καὶ Σίμων Ἰούδαν τὸν ἀδελφὸν αὐτοῦ καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ τῶν πατέρων αὐτοῦ ἐν Μωδεείμ.

καὶ ἔκλαυσαν αὐτὸν ἐκεῖ, καὶ ἐκόψαντο αὐτὸν πᾶς Ισραὴλ κοπετὸν μέγαν, καὶ ἐπένθουν ἡμέρας πολλὰς καὶ εἶπαν

Πῶς ἔπεσεν δυνατός, σώζων τὸν Ἰσραήλ.

Καὶ τὰ περισσὰ τῶν λόγων Ἰούδου καὶ τῶν πολέμων καὶ τῶν ἀνδραγαθιῶν ὦν ἐποίησεν καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐ κατεγράφη· πολλὰ γὰρ ἦν σφόδρα.

Καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ἰούδου, ἐξέκυψαν οἱ ἄνομοι ἐν πᾶσιν τοῖς ὁρίοις Ἰσραήλ, καὶ ἀνέτειλαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀδικίαν.

ἐν ταῖς ἡμέραις ἐκείναις ἐγενήθη λιμὸς μεγάλη σφόδρα, καὶ αὐτομόλησεν ἡ χώρα μετʼ αὐτῶν. ²⁵καὶ ἐξέλεξεν Βακχίδης τοὺς ἀσεβεῖς ἄνδρας, καὶ κατέστησεν αὐτοὺς κυρίους τῆς χώρας.