Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Οἱ παρὰ τοῦ βασιλέως ὅτε ἐδυσφήμησαν, ἐξῆλθεν ἄγγελός σου καὶ ἐπάταξεν ἐν αὐτοῖς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας.

οὕτως σύντριψον τὴν παρεμβολὴν ταύτην ἐνώπιον ἡμῶν σήμερον· καὶ γνώτωσαν οἱ ἐπίλοιποι ὅτι κακῶς ἐλάλησεν ἐπὶ τὰ ἅγιά σου, καὶ κρῖνον αὐτὸν κατὰ τὴν κακίαν αὐτοῦ.

καὶ συνῆψαν αἱ παρεμβολαὶ εἰς πόλεμον τῇ τρισκαιδεκάτῃ τοῦ μηνὸς Ἄδάρ, καὶ συνετρίβη ἡ παρεμβολὴ Νικάνορος· καὶ ἔπεσεν αὐτὸς πρῶτος ἐν τῷ πολέμῳ.

ὡς δὲ ἴδεν ἡ παρεμβολὴ αὐτοῦ ὅτι ἔπεσεν Νικάνωρ, ῥίψαντες τὰ ὅπλα αὐτῶν ἔφυγον.

καὶ κατεδίωκον αὐτοὺς ὁδὸν ἡμέρας μιᾶς ἀπὸ Ἀδασὰ ἕως τοῦ ἐλθεῖν εἰς Γαζηρά, καὶ ἐσάλπισαν ὀπίσω αὐτῶν ταῖς σάλπιγξιν τῶν σημασιῶν.

καὶ ἐξῆλθον ἐκ πασῶν τῶν κωμῶν τῆς Ἰουδαίας κυκλόθεν, καὶ [*](31 Χαρφαρσαραμα] Φαρσαλαμα U+05D0* Χαφαρσαλ. U+05D0¹V 32 επεσον U+05D0V | U+05D0V ως] ωσει U+05D0V | πεντακισχιλιοι (-λιους A])] πεντακοσιοι U+05D0 33 το ορος] om το U+05D0V εξηλθεν U+05D0 -θον V | προφερομενην U+05D0* (προσφ. U+05D0c.a) 35 εις χειρας μου το νυν U+05D0V | εμπυριω Vᵃ | εξηλθεν] εξηλθο ince U+05D0* (-λθεν U+05D01 ⁽ᵛⁱᵈ) | θυμου 2⁰] + μεγαλου U+05D0V 36 εκλαυσεν A | ειπον U+05D0V 37 αυτον] αυτου U+05D0 | του λαου V 38 om εν 1⁰ U+05D0 | ανθρωπω] ναω (sic) A | πεσετωσαν 39 παρ- ενεβαλεν U+05D0V | Βαιθωρων U+05D0V 40 παρεβενεν V* (-βαινεν Vᵃ) | om εν 1° V | ειπον U+05D0 (ειπεν U+05D0c.ᵃ) 41 αγγελος] pr ο U+05D0V | χιλιαδες A 42 συνε- τριψεν A 43 Αδερ V | επεσεν] επεπεσεν U+05D0 44 ειδεν U+05D0V br η U+05D0* (improb U+05D0¹) | om αυτων U+05D0* 45 μιας ημερας U+05D0 | εσαλπισαν] εσαλπιζον U+05D0V | σαλπιγξιν] σαλπιγγει A)

624
[*](A) ὑπερεκέρων αὐτοὺς· καὶ ἀνέστρεφον οὖτοι πρὸς τούτους, καὶ ἔπεσαν πάντες ῥομφαίᾳ, καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἰς.

καὶ ἔλαβον τὰ σκῦλα καὶ τὴν προνομήν, καὶ τὴν κεφαλὴν Νικάνορος ἀφεῖλαν καὶ τὴν δεξιὰν αὐτοῦ, ἣν ἐξέτεινεν ὑπερηφάνως. καὶ ἤνεγκαν καὶ ἐξέτειναν παρὰ τὴν Ἰερουσαλήμ.

καὶ ηὐφράνθη ὁ λαὸς σφόδρα, καὶ ἤγαγον τὴν ἡμέραν ἐκείνην ἡμέραν εὐφροσύνης μεγάλην.

καὶ ἔστησαν τοῦ ἀγαγεῖν κατʼ ἐνιαυτὸν τὴν ἡμέραν ταύτην τῇ τρισκαιδεκάτῃ τοῦ Ἀδάρ.

καὶ ἡσύχασεν ἡ γῆ Ἰούδα ἡμέρας ὀλίγας.

Καὶ ἤκουσεν Ἰούδας τὸ ὄνομα τῶν Ῥωμαίων, ὅτι εἰσὶν δυνατοὶ ἐν ἰσχύι, καὶ αὐτοὶ εὐδοκοῦσιν ἐν πᾶσιν τοῖς προστεθειμένοις αὐτοῖς, καὶ ὅσοι ἐὰν προστεθῶσιν αὐτοῖς, καὶ ὅσοι ἐὰν προσέλθωσιν αὐτοῖς, ἱστῶσιν αὐτοῖς φιλίαν,

καὶ ὅτι εἰσὶν δυνατοὶ ἰσχύι· καὶ διηγήσαντο αὐτῷ τοὺς πολέμοις αὐτῶν καὶ τὰς ἀνδραγαθίας ἃς ποιοῦσιν ἐν τοῖς Γαλάταις, καὶ ὅτι κατεκράτησαν αὐτῶν, καὶ ἤγαγον αὐτοὺς ὑπὸ φόρον·

καὶ ὅσα ἐποίησαν ἐν χώρᾳ Σπανίας, τοῦ κατακρατῆσαι τῶν μετάλλων τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου τοῦ ἐκεῖ,

καὶ κατεκράτησαν τοῦ τόπου παντὸς τῇ βουλῇ αὐτῶν καὶ τῇ μακροθυμίᾳ—καὶ ὁ τόπος ἦν μακρὰν ἀπέχων ἀπʼ αὐτῶν σφόδρα—καὶ τῶν βασιλέων τῶν ἐπελθόντων ἐπʼ αὐτοὺς ἀπʼ ἄκρου τῆς γῆς, ἕως συνέτριψαν αὐτοὺς καὶ ἐπάταξαν ἐν αὐτοῖς πληγὴν μεγάλην, καὶ οἱ ἐπίλοιποι διδόασιν αὐτοῖς φόρον κατʼ ἐνιαυτόν·

καὶ τὸν Φίλιππον καὶ τὸν Περσέα Κιτιέων βασιλέα καὶ τοὺς ἐπηρμένους ἐπʼ αὐτούς, συνέτριψαν αὐτοὺς πολέμῳ καὶ κατεκράτησαν αὐτῶν·

καὶ Ἀντίοχον τὸν μέγαν βασιλέα τῆς Ἀσίας τὸν πορευθέντα ἐπʼ αὐτοὺς εἰς πόλεμον ἔχοντα ἑκατὸν εἴκοσι ἐλέφαντας καὶ ἵππον καὶ ἅρματα καὶ δύναμιν πολλὴν σφόδρα, καὶ συνετρίβη ἀπʼ αὐτῶν·

καὶ ἔλαβον αὐτὸν ζῶντα, καὶ ἔστησαν αὐτοῖς διδόναι αὐτόν τε καὶ τοὺς βασιλεύοντας μετʼ αὐτὸν φόρον μέγαν. καὶ διδόναι ὅμηρα καὶ διαστολήν,

καὶ χώραν τὴν Ἰνδικὴν καὶ Μηδίαν καὶ Λυδίαν, καὶ ἀπὸ τῶν καλλίστων χωρῶν [*](U+05D0V)[*](46 υπερεκερων] υπερηρων V* (-ρον Vᵃ) | ανεστρεφον] απεστρεφον U+05D0V | τουτους] αυτους V | επεσον U+05D0 | ου κατελειφθη] ονκ απελιφθη U+05D0* (ου κατελιφθ U+05D0c.a) 47 αφειλαν] αφειλον U+05D0V | την Ιερ.) τη Ιερ. U+05D0* (την U+05D0c.a) V 48 μεγαλης U+05D0c.a V 49 αγαγειν] αγειν U+05D0V 50 η γη Ιουδα] Ιουδας V V ΙΙΙ 1 om εν 1⁰ U+05D0V | προστιθεμενοις U+05D0V | om και οσοι εαν προστεθωσιν αυτοις U+05D0V | εαν 2⁰] αν U+05D0V 2 εισι U+05D0Vᵃ | ανδραγαθειας A | ποιησουσιν V 4 απεχων μακραν U+05D0V | εως] ως U+05D0 | αυτους 2⁰] αυτου A | επαταξεν A 5 Κι- τισιων U+05D0c.a AV | πολεμω] pr εν U+05D0V 6 incep Αντιοντ U+05D0* (Αντιοχον U+05D0¹) | εκατον] εκαστον A | απ αυτων] υπ αυτου U+05D0* (απ αυτων U+05D0c.ᵃ) υπ αυτων V 7 εστησαν] + αυτον U+05D0c.a | διδοναι 1⁰] δουναι U+05D0* (διδ. U+05D0c.a c.b) | αυτον 3⁰] αυτων V | μεγαν] μεγαλην U+05D0* (-γαν U+05D0c.b) | om και 4⁰ U+05D0V | ομηρον 8 Μῃ- δειαν Vᵃ | om και 4⁰ U+05D0)

625
αὐτῶν, καὶ λαβόντες αὐτὰς παρʼ αὐτοῦ ἔδωκαν αὐτὰς Εύμενεῖ τῷ [*](A) βασιλεῖ·

καὶ ὅτι οἱ ἐκ τῆς Ἑλλάδος ἐβουλεύσαντο ἐλθεῖν καὶ ἐξᾶραι αὐτούς,

καὶ ἐγνώσθη ὁ λόγος αὐτοῖς, καὶ ἀπέστειλαν ἐπʼ αὐτοὺς στρατηγὸν ἕνα, καὶ ἐπολέμησαν πρὸς αὐτούς, καὶ ἔπεσαν ἐξ αὐτῶν τραυματίαι πολλοί, καὶ ᾐχμαλώτισαν τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν, καὶ ἐπρονόμενσαν αὐτούς, καὶ κατεκράτησαν τῆς γῆς αὐτῶν, καὶ καθεῖλον τὰ ἀχυρώματα αὐτῶν, καὶ ἐπρονόμευσαν αὐτούς καὶ κατεδουλώσαντο αὐτοὺς ἕως τῆς ἡμέρας ταύτης.