Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἠγωνίσατο Ἄλκιμος περὶ τῆς ἀρχιερωσύνης.

καὶ συνήχθησαν πρὸς αὐτὸν πάντες οἱ ταράσσοντες τὸν λαὸν αὐτῶν, καὶ κατεκράτησαν γῆν Ἰούδα, καὶ ἐποίησαν πληγὴν μεγάλην ἐν Ἰσραήλ.

καὶ ἴδεν Ἰούδας πᾶσαν τὴν κακίαν ἣν ἐποίησεν Ἄλκιμος καὶ οἱ μετʼ αὐτοῦ ἐν υἱοῖς Ἰσραὴλ ὑπὲρ τὰ ἔθνη·

καὶ ἐξῆλθεν εἰς πάντα τὰ ὅρια τῆς Ἰουδαίας καὶ κυκλόθεν, καὶ ἐποίησεν ἐκδίκησιν ἐν τοῖς ἀνδράσιν καὶ τοῖς αὐτομολήσασιν, καὶ ἀνεστάλησαν τοῦ πορευθῆναι εἰς χώραν.

ὡς δὲ ἴδεν Ἅλκιμος ὅτι ἐνίσχυσεν Ἰούδας καὶ οἱ μετʼ αὐτοῦ, καὶ ἔγνω ὅτι δύναται ὑποστῆναι αὐτούς, καὶ ἐπέστρεψεν πρὸς τὸν βασιλέα καὶ κατηγόρησεν αὐτῶν πονηρά.

Καὶ ἀπέστειλεν ὁ βασιλεὺς Νικάνορα ἕνα τῶν ἀρχόντων αὐτοῦ τῶν ἐνδόξων, καὶ μισοῦντα καὶ ἐχθραίνοντα τῷ Ἰσραήλ, καὶ ἐνετείλατο αὐτῷ ἐξᾶραι τὸν λαόν.

καὶ ἦλθεν Νικάνωρ εἰς Ἰερουσαλὴμ δυνάμει πολλῇ, καὶ ἀπέστειλεν πρὸς Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ μετὰ δόλου λόγοις εἰρηνικοῖς λέγων

Μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν· ἥξω ἐν ἀνδράσιν ὀλίγοις, ἵνα ἴδω ὑμῶν τὰ πρόσωπα μετʼ εἰρήνης.

καὶ ἦλθεν πρὸς Ἰούδαν, καὶ ἠσπάσαντο ἀλλήλους εἰρηνικῶς· καὶ οἱ πολέμιοι ἦσαν ἕτοιμοι ἐξαρπάσαι τὸν Ἰούδαν.

καὶ ἐγνώσθη ὁ λόγος τῷ Ἰούδᾳ, ὅτι μετὰ δόλου ἦλθεν ἐπʼ αὐτόν· καὶ ἐπτοήθη ἀπʼ αὐτοῦ, καὶ οὐκ ἠβουλήθη ἔτι ἰδεῖν τὸ πρόσωπον αὐτοῦ.

καὶ ἔγνω Νικάνωρ ὅτι ἀπεκαλύφθη ἡ βουλὴ αὐτοῦ, καὶ ἐξῆλθεν εἰς συνάντησιν τῷ Ἰούδα [*](U+05D0V)[*](16 τους λογους ους] τον λογον ον U+05D0V | εγραψεν] + αυτον U+05D0* +ο προφητης U+05D0c.a σαρκας] κρεας U+05D0* (improb U+05D0c) + κρεας V | αιμα U+05D0* (αιματα U+05D0c) V 18 ειπον U+05D0V 19 παρενεβαλλεν V | Βηζεθ] Βηθζαιθ U+05D0 Βαιθζηθ V | συνεβαλεν U+05D0* (συνει. U+05D0c.a) | om και 6­° U+05D0* (hab U+05D0c.ᵃ) | αυτους] αυτος 20 των Αλκιμων U+05D0* (τω Αλκιμω U+05D0c.b) 21 αρχιερωσυνης (-ροσ. A)] ιερωσυνης U+05D0 23 ειδεν U+05D0Vᵃ Αλκινος A 24 ορια sup ras Aa | om και 2⁰, 4° U+05D0V | πορευθηναι] εκπορευεσθαι U+05D0 πορευεσθαι V | χωραν] pr την U+05D0V 25 ειδεν U+05D0Vᵃ |δυναται] pr ου U+05D0V | αυτων] αυτου V 26 αυτου] pr των U+05D0* (improb U+05D0c) | εξαιραι V* (-αρ. Vᵃ) 27 ηλθεν] απηλθεν V 28 υμων ιδω V 29 ετοιμοι ησαν U+05D0 30 επ] προς V | εβουληθη U+05D0V 31 Ιουδα] + εν πολεμω U+05D0V)

623
κατὰ Χαρφαρσαραμά.

καὶ ἔπεσαν τῶν παρὰ Νικάνορος ὡς πεντακισχίλιοι [*](A) ἄνδρες, καὶ ἔφυγον εἰς τὴν πόλιν Δαυείδ.

Καὶ μετὰ τοὺς λόγους τούτους ἀνέβη Νικάνωρ εἰς τὸ ὄρος Σιών· καὶ ἐξῆλθαν ἀπὸ τῶν ἱερέων ἐκ τῶν ἁγίων καὶ ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ ἀσπάσασθαι αὐτὸν εἰρηνικῶς, καὶ δεῖξαι αὐτῷ τὴν ὁλοκαύτωσιν τὴν προσφερομένην ὑπὲρ τοῦ βασιλέως.

καὶ ἐμυκτήρισεν αὐτούς, καὶ κατεγέλασεν αὐτῶν καὶ ἐμίανεν αὐτούς, καὶ ἐλάλησεν ὑπερηφάνως.

καὶ ὤμοσεν μετὰ θυμοῦ λέγων Ἐὰν μὴ παραδοθῇ Ἰούδας καὶ ἡ παρεμβολὴ αὐτοῦ τὸ νῦν εἰς χεῖράς μου, καὶ ἔσται ἐὰν ἐπιστρέψω ἐν εἰρήνῃ, ἐνπυριῶ τὸν οἶκον τοῦτον. καὶ ἐξῆλθεν μετὰ θυμοῦ.

καὶ εἰσῆλθον οἱ ἱερεῖς καὶ ἔστησαν κατὰ πρόσωπον τοῦ θυσιαστηρίου καὶ τοῦ ναοῦ, καὶ ἔκλαυσαν καὶ εἶπαν

Σὺ ἐξελέξω τὸν οἶκον τοῦτον ἐπικληθῆναι τὸ ὄνομά σου ἐπʼ αὐτόν, εἶναι οἶκον προσευχῆς καὶ δεήσεως τῷ λαῷ σου.

ποίησον ἐκδίκησιν ἐν τῷ ἀνθρώπῳ τούτῳ καὶ ἐν τῇ παρεμβολῇ αὐτοῦ, καὶ πεσάτωσαν ἐν ῥομφαίᾳ· μνήσθητι τῶν δυσφημιῶν αὐτῶν, καὶ μὴ δῷς αὐτοῖς μονὴν.

Καὶ ἐξῆλθεν Νικάνωρ ἐξ Ἰερουσαλὴμ καὶ παρενέβαλον ἐν Βεθώρων, καὶ συνῆντησεν αὐτῷ δύναμις Συρίας.

καὶ Ἰούδας παρενέβαλεν ἐν Ἀδασὰ ἐν τρισχιλίοις ἀνδράσιν· καὶ προσηύξατο Ἰούδας καὶ εἶπεν