Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἐπέταξεν Ἰούδας κηρῦξαι ἐν τῇ παρεμβολῇ τοῦ παρεμβαλεῖν ἕκαστον ἐν ᾧ ἐστιν τόπῳ.

καὶ παρενέβαλον οἱ ἄνδρες τῆς πόλεως. καὶ ἐπολέμησαν τὴν πόλιν ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα, καὶ παρεδόθη ἡ πόλις ἐν χερσὶν αὐτοῦ.

καὶ ἀπώλεσεν πᾶν ἀρσενικὸν ἐν στόματι ῥομφαίας, καὶ ἐξεφίζωσευ αὐτήν, καὶ ἔλαβεν τὰ σκῦλα τῆς πόλεως, καὶ διῆλθεν διὰ τῆς πόλεως ἐπάνω τῶν [*](U+05D0V)[*](41 δειλανθη U+05D0 | παρενβαλη U+05D0| διαπε ρασομεν (sic) A | αυτον] + και δυνη- σομεθα προς αυτο | U+05D0 + κ. δ. αυτον V 42 του υδ.] pr κ ενετειλα V* (improb Va⁽ᵛⁱᵈ⁾) | ανθρωπον] pr παντα U+05D0 | παρεμβαλλειν U+05D0 43 προς] επ U+05D0 | προ- τερος U+05D0 | om αυτου 1° U+05D0V | εμπροσθεν] οπισθεν U+05D0V | αυτου 3⁰] αυτων U+05D0 |om παντα 1⁰ U+05D0 | ερριψαν U+05D0V | om παντα 2ᵇ U+05D0V | om εν V 44 om εν 1° V | om ουσιν U+05D0V | om η U+05D0V | ηδυναντο U+05D0V 45 τω] Γαλααδειτιδι U+05D0* (τη Γ. U+05D0c.ᵃ) 46 αυτπολις V* αυτη π. V¹ | η της εισοδου] επι της οδου U+05D0V | ισχυρα] οχυρας (οχυρα U+05D0c.ᵃ V) U+05D0 | δεξια V | αριστερα Vᵃ 48 απεστειλε Va | λογους ειρηνικους V | διελευσομεθα U+05D0V | εις την γην (1⁰)] δια της γης U+05D0V | om του U+05D0 | υμων U+05D0* (ημ. U+05D0c.ᵃ) | αυτω] αυτοις incep U+05D0* (-τω U+05D0¹) 49 επαταξεν U+05D0* (επετ. U+05D01. c.b) | κηρυξαι] pr του U+05D0 | παρεμβαλειν] πα sup ras Aa | εκαστος V | τροπω U+05D0* (τοπ. U+05D0c.ᵇ) 50 πολεως] δυναμεως U+05D0V | επολεμησεν U+05D0 | χερσιν] χιρι U+05D0 | αυτων V 51 κυλα V* (σκ. V¹) | της πολεως (1⁰)] αυτης U+05D0V)

615
ἀπεκταμμένων.

καὶ διέβησαν τὸν Ἰορδάνην εἰς τὸ πεδίον τὸ [*](A) μέγα κατὰ πρώσωπον Βαιθσάν.

καὶ ἦν Ἰούδας ἐπισυνάγων τοὺς ἐσχατίζοντας καὶ παρακαλῶν τὸν λαὸν κατὰ πᾶσαν τὴν ὁδόν, ἕως ἦλθεν εἰς γῆν Ἰούδα.

καὶ ἀνέβησαν εἰς τὸ ὄρος Σιὼν ἐν εὐφροσύνῃ καὶ χαρᾷ· καὶ προσήγαγον ὁλοκαυτώματα, ὅτι οὐκ ἔπεσεν ἐξ αὐτῶν οὐθεὶς ἕως τοῦ ἐπιστρέψαι ἐν εἰρήνῃ.

Καὶ ἐν ταῖς ἡμέραις αἷς ἦν Ἰούδας καὶ Ἰωναθὰν ἐν τῇ Γαλαάδ, καὶ Σίμων ὁ ἀδελφὸς αὐτοῦ ἐν τῇ Γαλιλαίᾳ κατὰ πρόσωπον Πτολεμαίδος,

ἤκουσεν Ἰωσὴφ ὁ τοῦ Ζαχαρία καὶ Ζαχαρίας ἄρχοντες τῶν δυνάμεων τῶν ἀνδραγαθέσεων καὶ τοῦ πολέμου οἶα ἐποίησαν·

καὶ εἶπαν Ποιήσομεν καὶ αὐτοὶ ἑαυτοῖς ὄνομα, καὶ πορευθῶμεν πολεμῆσαι πρὸς τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν.

καὶ παρήγγειλαν τοῖς ἀπὸ τῆς δυνάμεως τῆς μετʼ αὐτῶν, καὶ ἐπορεύθησαν ἐπὶ Ἰαμνίαν.

καὶ ἐξῆλθεν Γοργίας ἐκ τῆς πόλεως, καὶ οἱ ἄνδρες αὐτοῦ εἰς συνάντησιν αὐτοῖς εἰς πόλεμον.

καὶ ἐτροπώθη Ἰώσηφος καὶ Ἀζαρίας. καὶ ἐδιώχθησαν ἕως τῶν ὁρίων τῆς Ἰουδαίας καὶ ἔπεσον ἐν τῇ ἡμἐρᾳ ἐκείνῃ ἐκ τοῦ λαοῦ τοῦ Ἰσραὴλ εἰς δισχιλίους ἄνδρας·

καὶ ἐγενήθη τροπὴ μεγάλη ἐν τῷ λαῷ, ὅτι οὐκ ἤκουσαν Ἰούδου καὶ τῶν ἀδελφῶν αὐτοῦ, οἰόμενοι ἀνδραγαθῆσαι αὐτόν.

αὐτοὶ δὲ οὐκ ἦσαν ἐκ τοῦ σπέρματος τῶν ἀνδρῶν ἐκείνων, οἷς ἐδόθη σωτηρία Ἰσραὴλ διὰ χειρὸς αὐτῶν.

καὶ ὁ ἀνήρ Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐδοξάσθησαν σφόδρα ἐναντίον παντὸς Ἰσραὴλ καὶ τῶν ἐθνῶν πάντων, οὗ ἡκούετο τὸ ὄνομα αὐτῶν·

καὶ ἐπισυνήγοντο πρὸς αὐτοὺς εὐφημοῦντες.

Καὶ ἐξῆλθεν Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ ἐπολέμουν τοὺς υἱοὺς Ἠσοὺ ἐν τῇ γῇ τῇ πρὸς νότον, καὶ ἐπάταξεν τὴν Χεβρὼν καὶ τὰς θυγατέρας αὐτῆς· καὶ καθεῖλεν τὸ ὀχύρωμα αὐτῆς, καὶ τοὺς πύργους αὐτῆς ἐνεπύρισεν κυκλόθεν.

καὶ ἀπῆρεν τοῦ πορευθῆναι εἰς γῆν ἀλλοφύλων, καὶ διεπορεύετο τὴν Σαμαρίαν.

ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔπεσαν ἱερεῖς πολέμῳ βουλομένου αὐτοῦ ἀνδραγαθῆσαι, ἐν τῷ αὐτὸν ἐξελθεῖν εἰς τὸν πόλεμον ἀβουλεύτως.

καὶ [*](51 απεκτανμενων U+05D0 -κταμ. V* (-κταμμ. Vᵃ) 54 το ορος] om το U+05D0* (hab U+05D0V U+05D0c.a) V 55 αις] pr εν U+05D0 | τη 1⁰] γη U+05D0V 56 Ζαχαριου U+05D0V |Ζαχαριας] Αζαριας V | της δυναμεως U+05D0 | της δυναμεως μετ αυτων V | ανδραγαθιων U+05D0V¹⁽vid) 57 ειπον U+05D0V | ποιησωμεν U+05D0V | εαυτους A* (ι sup ras Aa) "| om και 3⁰U+05D0 | om πολε- μησαι V 58 παρηγγειλεν U+05D0 (-γιλ.) V | Αμνειαν U+05D0* Ιαμνειαν U+05D0c.ᵃ 59 αυτου] pr οι μετ V | εις συναντ. αυτ. εις πολ.] και ιστησιν αυτω πολ. V 60 ετρο- πωθης (sic) A | Ιωσηφος] Ιωσηφ ως U+05D0*vid Ιωσηπος U+05D0c.a | om του λαου V | του. 2⁰] om U+05D0 σου A 61 λαω] Ιηλ U+05D0c.a | Ιουδα U+05D0V | οιομενοις Vᵃ | om αυτον U+05D0V 62 αυτοι] ουτοι V | αυτοι δe ουκ ησαν | εκ sup ras et in mg Aa 63 εναντι U+05D0 | om αυτων U+05D0* (hab U+05D0c.a) 65 om αυτου U+05D0 (hab U+05D0(vid)) | τη προς] om τη U+05D0* (hab U+05D0c.a) V | τα οχυρωματα U+05D0V 66 Σαμαρειαν V 67 επεσον U+05D0V |πολεμω] pr εν U+05D0 | βουλομενοι U+05D0* (-νου U+05D0c.a) | αυτου] του V | τον πολεμον] om τον U+05D0)

616
[*](A) ἐξέκλινεν Ἰούδας εἰς Ἄζωτον γῆν ἀλλοφύλων, καὶ καθεῖλεν τοὺς βωμοὺς αὐτῶν, καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κοτέκαυσεν, καὶ ἐσκύλευσεν τὰ σκῦλα τῶν πόλεων, καὶ ἐπέστρεψεν εἰς τὴν Ἰουδαίαν.