Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἀπῆρεν ἐκεῖθεν νυκτός, καὶ ἐπορεύετο ἕως ἐπὶ τὸ ὀχύρωμα.

καὶ ἐγένετο ἑωθινή, καὶ ἦραν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ ἰδοὺ λαὸς πολὺς οὗ οὐκ ἦν ἀριθμός, αἴροντες κλίμακας καὶ μηχανὰς καταλαβέσθαι τὸ ὀχύρωμα· καὶ ἐπολέμουν αὐτούς.

καὶ ἴδεν Ἰούδας ὅτι ἦρκται ὁ πόλεμος, καὶ ἡ κραυγὴ τῆς πόλεως ἀνέβη ἕως οὐρανοῦ σάλπιγξιν καὶ κραυγῇ μεγάλῃ·

καὶ εἶπεν τοῖς ἀνδράσιν τῆς δυνάμεως Πολεμήσατε σήμερον ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν.

καὶ ἐξῆλθεν ἐν τρισὶν ἀρχαῖς ἐξόπισθεν αὐτῶν· καὶ ἐσάλπισεν ταῖς σάλπιγξιν, καὶ ἐβόησαν ἐν προσευχῆ.

καὶ ἐπέγνω ἡ παρεμβολὴ Τιμοθέου ὅτι ὁ Μακκαβαός ἐστιν, καὶ ἔφυγον ἀπὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς πληγῇ μεγάλῃ· καὶ ἔπεσον ἐξ αὐτῶν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς ὀκτακισχιλίους ἄνδρας.

καὶ ἀπέκλινεν εἰς Μααφὰ καὶ ἐπολέμησεν αὐτήν, καὶ κατελάβετο αὐτὴν καὶ ἀπέκτεινεν πᾶν ἀρσενικὸν αὐτῆς, καὶ ἔλαβεν τὰ σκῦλα αὐτῆς, καὶ ἐνέπρησει αὐτὴν ἐν πυρί.

ἐκεῖθεν ἀπῆρεν καὶ προκατελάβετο τὴν Χασφώθ, Μακέδ, Βοσόρ, καὶ τὰς λοιπὰς πόλεις τῆς Γαλααδίτιδος.

δὲ τὰ ῥήματα ταῦτα συνήγαγεν Τιμόθεος παρεμβολὴν ἄλλην, καὶ παρενέβαλεν κατὰ πρόσωπον Ῥαφὼν ἐκ πέραν τοῦ χειμάρρου.

καὶ ἀπέστειλεν Ἰούδας κατασκοπῆσαι τὴν παρεμβολήν· καὶ ἀπήγγειλαν αὐτῷ λέγοντες Ἐπισυνηγμένοι εἰσὶν πρὸς αὐτοὺς πάντα τὰ ἔθνη τὰ κύκλῳ ὑμῶν, δύναμις πολλὴ σφόδρα.

καὶ Ἄραβες μεμίσθωνται εἰς βοήθειαν αὐτοῖς, καὶ παρεμβάλλουσιν πέραν τοῦ χειμάρρου, ἕτοιμοι τοῦ ἐλθεῖν ἐπὶ σέ εἰς πόλεμον. καὶ ἐπορεύθη Ἰούδας εἰς συνάντησιν αὐτῶν.

καὶ εἶπεν Τιμόθεος τοῖς ἄρχουσιν τῆς δυνάμεως αὐτοῦ ἐν τῷ ἐγγίζειν Ἰούδαν καὶ τὴν παρεμβυλὴν αὐτοῦ [*](28 εις Βοσορ αφνω] Bοσορα αφ ων U+05D0* Βοσοραʼ αφνω U+05D0c.b Bοσορʼ ρααφων V* U+05D0V Bοσωρʼ ρ. Vᵃ | απεκτινε U+05D0 -κτεινε Vᵃ | ενεπρησαν U+05D0 29 επορευοντο U+05D0 | εως] ως V 30 εωθινη] pr τη U+05D0c.a | om και 2⁰ U+05D0 | om ου ουκ ην αριθμος U+05D0* | (hab U+05D0c.b) | ου] ος A 31 ειδεν U+05D0Vᵃ | εως ουρανου] ε in mg, ου 2° sup ras, τ post εως superscr Aᵃ | σαλπιγξιν] η σαλπιγξ U+05D0* και σαλπιγξ U+05D0c.a 32 ημων] υμων (ημ. U+05D0c.b) 33 εσαλπισαν U+05D0V | ταις σαλπ.] pr εν V |και εβοησαν] pr και εβοησαν ταις σαλπιγξιν U+05D0* (improb U+05D0c.a) 34 ο Μακκα- βαιος] om ο U+05D0V | πληγην μεγαλην U+05D0V | οκτακισχιλιους] τρισχιλιους δεκα U+05D0* (οκτακισχ. U+05D0c.b) 35 Μαφα U+05D0 36 κατελαβετο V | Χασφων U+05D0 Κασφων V | Βοσορ (-σωρ Vᵃ)] pr και U+05D0V| πολις A | Γαλααδειτιδος U+05D0 37 ρημα V* (-ματα V¹) | Ραφελ V fort | περαν] προσωπου U+05D0 38 κατασκοπευσαι U+05D0V | | επισυνηγμενα U+05D0V | αυτους] αυτον U+05D0 | υμων] ημων U+05D0V | δυναμιν πολλιν V* (-λλην Vᵃ) 39 Αραβας U+05D0V | παρενβαλουσιν U+05D0* (παρενβαλλ.U+05D0c.a) παρεμβαλουσι Vᵃ)

614
[*](A) ἐπὶ τὸν χειμάρρουν τοῦ ὕδατος Ἐὰν διαβῇ πρὸς ἡμᾶς πρότερος, οὐ δυνησόμεθα ὑποστῆναι αὐτόν, ὅτι δυνάμενος δυνήσεται πρὸς ἡμᾶς.

ἐὰν δὲ δειλωθῇ καὶ παρεμβάλῃ πέραν τοῦ ποταμοῦ, διαπεράσομεν πρὸς αὐτόν.

ὡς δὲ ἤγγισεν Ἰούδας ἐπὶ τὸν χειμάρρουν τοῦ ὕδατος, ἔστησεν τοὺς γραμματεῖς τοῦ λαοῦ ἐπὶ τοῦ χειμάρρου, καὶ ἐνετείλατο αὐτοῖς, λέγων Μὴ ἀφῆτε ἄνθρωπον παρεμβαλεῖν, ἀλλὰ ἐρχέσθωσαν πάντες εἰς τὸν πόλεμον.

καὶ διεπέρασεν πρὸς αὐτοὺς πρότερον, καὶ πᾶς ὁ λαὸς αὐτοῦ ἔμπροσθεν αὐτοῦ· καὶ συνετρίβησαν πρὸ προσώπου αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἔριψαν πάντα τὰ ὅπλα αὐτῶν, καὶ ἔφυγον εἰς τὸ τέμενος ἐν Καρνάιν.

καὶ προκατελάβοντο τὴν πόλιν, καὶ τὸ τέμενος ἐνεπύρισαν ἐν πυρὶ σὺν πᾶσιν τοῖς οὖσιν ἐν αὐτῷ· καὶ ἐτροπώθη ἡ Καρνάιν, καὶ οὐκ ἐδύνατο ἔτι ὑποστῆναι κατὰ πρόσωπον Ἰούδα.

Καὶ συνήγαγεν Ἰούδας πάντα Ἰσραὴλ τοὺς ἐν τῇ Γαλααδίτιδι ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ τὴν ἀποσκευὴν, παρεμβολὴν μεγάλην σφόδρα, ἐλθεῖν εἰς γῆν Ἰούδα.

καὶ ἦλθον ἕως Ἐφρών, καὶ αὕτη ἡ πόλις μεγάλη ἡ τῆς εἰσόδου, ἰσχυρὰ σφόδρα· οὐκ ἦν ἐκκλῖναι ἀπʼ αὐτῆς δεξιὰν ἢ ἀριστεράν, ἀλλ᾿ ἢ διὰ μέσου αὐτῆς πορεύεσθαι.

καὶ ἀπέκλεισαν αὐτοὺς οἱ ἐκ τῆς πόλεως, καὶ ἐνέφραξαν τὰς πύλας λίθοις.

καὶ ἀπέστειλεν πρὸς αὐτοὺς Ἰούδας λόγοις εἰρηνικοῖς λέγων Διελεύσομαι εἰς τὴν γῆν σου, τοῦ ἀπελθεῖν εἰς τὴν γῆν ἡμῶν· καὶ οὐδεὶς κακοποιήσει ὑμᾶς, πλὴν τοῖς ποσὶν παρελευσόμεθα. καὶ οὐκ ἠβούλοντο ἀνοῖξαι αὐτῷ.