Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἡμεῖς δὲ πολεμοῦμεν περὶ τῶν ψυχῶν ἡμῶν καὶ τῶν νομίμων ἡμῶν.

καὶ αὐτὸς συντρίψει αὐτοὺς πρὸ προσώπου ἡμῶν· ὑμεῖς δέ μὴ φοβηθῆτε ἀπʼ αὐτῶν.

ὡς δὲ ἐπαύσατο λαλῶν, ἐνήλατο ἐπʼ αὐτοὺς ἄφνω, καὶ συνετρίβη Σήρων καὶ ἡ παρεμβολὴ αὐτοῦ ἐνώπιον αὐτοῦ.

καὶ ἐδίωκον αὐτοὺς ἐν τῇ καταβάσει Βαιθωρὼν ἕως τοῦ πεδίου· καὶ ἔπεσον ἀπʼ αὐτῶν εἰς ἄνδρας ὀκτακοσίους· οἱ δὲ λοιποὶ [*](9 ονομ. V της γης] om της U+05D0 | απολλυμενους] Απολλωνιος Vᵃ 10 om U+05D0V και συν. Απ. Vᵃ Ισραηλ] pr τον U+05D0 11 αυτω] αυτων V 12 σκευη] σκυλα U+05D0V 13 μεθ] μετ U+05D0V 14 ενδοξασθ. U+05D0 | Ιουδαν] pr υιον U+05D0* (improb U+05D0c.a) om και 5⁰ U+05D0V τους εξουδ.] εξουθ, V 15 ισχυρα] +μετ αυτου V |ποιησαι] pr και V 16 ηγγισαν V Μεθωρων] Βαιθωρων U+05D0V αυτων V 17 ιδεν U+05D0* ειδον U+05D0c.a V ερχομενην] pr την U+05D0c.ᵃ | αυτω] αυτων U+05D0Vᵃ ειπον U+05D0V¹(ειπον… δυν. sup ras V¹) τοσουτο] + ισχυρον U+05D0V 18 συγκλ. V | εναντιον] + του θεου U+05D0V σωζειν] + η U+05D0 19 om η U+05D0V ισχυς] pr η U+05D0V 20 προς] εφ U+05D0 | πληθει] pr εν U+05D0V 21 om ημων 2⁰ U+05D0* (hab U+05D0c.ᵃ) 22 αυτους] αυ- του U+05D0* (superscr ς U+05D0¹) υμεις] ημεις Α φοβηθητε] φοβεισθε (-βισθε U+05D0*) U+05D0V 23 ενειλατο V* επ] εις U+05D0 συνετριβησαν V 24 αυτους] αυτον U+05D0 Βεθωρων A)

604
[*](A) ἔφυγον εἰς γῆν Φυλιστείμ.

καὶ ἤρξατο ὁ φόβος Ἰούδα καὶ τῶν ἀδελφῶν αὐτοῦ, καὶ ἡ πτόη ἔπιπτεν ἐπὶ τὰ ἔθνη τὰ κύκλῳ αὐτῶν.

καὶ ἤγγισεν ἕως τοῦ βασιλέως τὸ ὄνομα αὐτοῦ, καὶ ὑπὲρ τῶν παρατάξεων Ἰούδα ἐξηγεῖτο πᾶν ἔθνος.

Ὡς δὲ ἤκουσεν Ἀντίοχος ὁ βασιλεὺς τοὺς λόγους τούτους, ὠργίσθη θμμῷ· καὶ ἀπέστειλεν καὶ συνήγαγεν τὰς δυνάμεις πάσας τῆς βασιλείας αὐτοῦ, παρεμβολὴν ἰσχυρὰν σφόδρα·

καὶ ἤνοιξεν τὸ γαζοφυλάκιον αὐτοῦ, καὶ ἔδωκεν ὀψώνια ταῖς δυνάμεσιν αὐτοῦ εἰς τὸν ἐνιαυτόν· καὶ ἐνετείλατο αὐτοῖς εἰς ἐνιαυτὸν εἶναι ἑτοίμους εἰς πᾶσαν χρείαν.

καὶ ἴδεν ὅτι ἐξέλειπεν τὸ ἀργύριον ἀπὸ τῶν θησαυρῶν· καὶ οἱ φόροι τῆς χώρας ὀλίγοι χάριν τῆς διχοστασίας καὶ πληγῆς ἧς κατεσκεύασεν ἐν τῇ γῆ. τοῦ ἆραι τὰ νόμιμα ἃ ἦσαν ἀφ᾿ ἡνερῶν τῶν πρώτων.

καὶ εὐλαβήθὴ μὴ οὐκ ἔχει ὡς ἅπαξ καὶ δὶς εἰς τὰς δαπάνας καὶ τὰ δόματα ἃ ἐδίδου ἔμπροσθεν δα ιλῃ χειρί,

καὶ ἠπορεῖτο τῇ ψυχῇ αὐτοῦ σφόδρα· καὶ ἐβουλεύσατο τοῦ πορευθῆναι εἰς τὴν Περσίδα, καὶ λαβεῖν τοὺς φόρους τῶν χωρῶν, καὶ συναγαγεῖν ἀργύριον πολύ.

καὶ κατέλειπεν Λυσίαν ἄνθρωπον ἔνδοξον καὶ ἀπὸ γένους τῆς βασιλείας ἐπὶ τῶν πραγμάτων τοῦ βασιλέως, ἀπὸ τοῦ ποταμοῦ Εὐφράτου ἕως τῶν ὁρίων Αἰγύπτου,

καὶ τρέφειν Ἀντίοχον τὸν υἱὸν αὐτοῦ ἕως τοῦ ἐπιστρέψαι αὐτόν.

καὶ παρέδωκεν αὐτῷ τὰς ἡμίσεις τῶν δυνάμεων καὶ τοὺς ἐλέφαντας, καὶ ἐνετείλατο αὐτῷ περὶ πάντων ὦν ἐβούλετο, καὶ περὶ πάντων τῶν κατοικούντων τὴν Ἰουδαίαν καὶ Ἰερουσαλήμ,

ἀποστεῖλαι ἐπʼ αὐτοὺς δύναμιν, τοῦ ἐκρίψαι καὶ ἐξᾶραι τὴν ἰσχὺν Ἰσραὴλ καὶ τὸ κατάλιμμα Ἰερουσαλήμ, καὶ ἆραι τὸ μνημόσυνον αὐτοῦ ἀπὸ τοῦ τόπου,

καὶ κατοικῆσαι υἱοὺς ἀλλοτρίους ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν, καὶ κατακληρονομῆσαι τὴν γῆν αὐτῶν.

καὶ ὁ βασιλεὺς παρέλαβεν τὰς ἡμίσεις τῶν δυνάμεων τὰς καταλειφθείσας· καὶ ἀπῆρεν ἀπὸ Ἀντιοχίας, ἀπὸ πόλεως [*](U+05D0V)[*](24 γην] την V 25 Ιουδας U+05D0* (-δα U+05D0c.a) επιπτεν] επεπιπτεν U+05D0 26 παν εθνος] τα εθνη U+05D0 27 ο βασιλευς Αντιοχος U+05D0 | τας βασ. V* (της β. V¹) 27 28 om παρεμβολην…γαζοφ. αυτου U+05D0* (hab U+05D0c.ᵃ) 28 τοις δυν. (sic) A om αυτου 2° U+05D0* (hah U+05D0c.ᵃ) V τον ενιαυτον] om τον U+05D0V | om εις ενιαυτον U+05D0V 29 ειδεν U+05D0V | εξελιπεν U+05D0 | απο] εκ U+05D0V 30 εχη U+05D0 | δοματα] δικαιωματα V ενπροσθεν A δαφιλει Va χειρι] + και επερισσευσεν υπερ τους βασιλεις τους εμπροσθεν (+ δαψιλη λει Va] χειρι V) U+05D0V 31 εβουλευσαντο A πολυν A 32 κατελειπεν] απελυσεν U+05D0* κατελιπεν U+05D0c.a V* εως] pr και U+05D0V | των οριων] om των U+05D0V 33 επιστρεψε A (seq ras 1 lit) 34 ηβουλετο U+05D0 εβουλευσατο V om παντων 2° U+05D0V 35 του εκριψαι] και του εκτριφαι U+05D0 om του V αυτου] αυτων U+05D0V 36 υιους αλλοτριους] απ αυτων αλλογενεις U+05D0* υιους αλλογενων U+05D0c.a c.b υιους αλλογενης V* (-νεις Vᵃ) πασιν U+05D0V* |κατακληρο- δοτησαι U+05D0V | 37 Αντιοχειας V)

605
βασιλείας αὐτοῦ, ἔτους ἑβδόμου καὶ τεσσερακοστοῦ καὶ ἑκατοστοῦ· [*](Α) καὶ διεπέρασεν τὸν Εὐφράτην ποταμόν, καὶ διεπορεύετο τὰς ἐπάνω χώρας.

Καὶ ἐπέλεξεν Λυσίας Πτολεμαῖον τὸν Δορυμένους, Νικάνορα καὶ Γοργίαν, ἄνδρας δυνατοὺς τῶν φίλὼν τοῦ βασιλέως.

καὶ ἀπέστειλεν μετʼ αὐτῶν τεσσεράκοντα χιλιάδας ἀνδρῶν καὶ ἑπτακισχίλιον ἵππον, τοῦ ἐλθεῖν εἰς γῆν Ἰούδα καὶ καταφθεῖραι αὐτὴν κατὰ τὸν λόγον τοῦ βασιλέως.

καὶ ἀπῆραν σὺν πάσῃ τῇ δυνάμει αὐτῶν καὶ ἦλθον· καὶ παρέβαλον· πλησίον Ἀμμαοὺν ἐν τῇ γῇ τῇ πεδινῇ.