Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἤκουσαν οἱ ἔμποροι τῆς χώρας τὸ ὄνομα αὐτῶν, καὶ ἔλαβον ἀργύριον καὶ χρυσίον πολὺ σφόδρα καὶ παῖδας· καὶ ἦλθον εἰς τὴν παρεμβολὴν τοῦ λαβεῖν τοὺς υἱοὺς Ἰσραὴλ εἰς πταῖδας· καὶ προσεγενήθησαν πρὸς αὐτοὺς δυνάμεις Συρίας καὶ γῆς ἀλλοφύλων.

Καὶ ἴδεν Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ ὅτι ἐπληθύνθη τὰ κακά, καὶ αἱ δυνάμεις παρεμβαλοῦσιν ἐν τοῖς ὁρίοις αὐτῶν· καὶ ἐπέγναωσαν τοὺς λόγους τῆς βασιλείας οὓς ἐνετείλατο ποιῆσαι τῷ λαῷ εἰς ἀπώλειαν καὶ συντέλειαν.

καὶ εἶπαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ Ἀναστήσωμεν τὴν καθαίρεσιν τοῦ λαοῦ ἡμῶν καὶ τῶν ἁγίων.

καὶ ἡθροίσθησαν ἡ συναγωγὴ τοῦ εἶναι ἐτοίμους εἰς πόλεμον, καὶ τοῦ προσεύξασθαι καὶ αἰτῆσαι ἔλεον καὶ οἰκτειρμούς.

καὶ Ἰερουσαλὴμ ἦν ἀοίκητος ὡς ἔρημος· οὐκ ἦν ὁ εἰσπορευόμενος καὶ ἐκπορευόμενος ἐκ τῶν γενημάτων αὐτῆς· καὶ τὸ ἁγίασμα καταπατούμενον, καὶ υἱοὶ ἀλλογενῶν ἐν τῇ ἄκρᾳ, κατάλυμα ἐν τοῖε ἔθνεσιν· καὶ ἐξήρθη τέρψις ἐξ Ἰακώβ, καὶ ἐξέλειπεν αὐλὸς καὶ κινύρα.

καὶ συνήχθησαν καὶ ἤλθοσαν εἰς Μασσηφὰ κατέναντι Ἰερουσαλήμ, ὅτι τόπος προσευχῆς εἰς Μασσηφὰ τὸ πρότερον τῷ Ἰσραήλ.

καὶ ἐνήστευσαν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ περιεβάλλοντο σάκκους καὶ σποδὸν ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ διέρρηξαν [*](37 εβδομου κ. τεσσερακ. κ. εκατ.] ζ΄ και μ΄ και ρ΄ U+05D0 | διεπορευετο] διεπε- U+05D0V ρασεν U+05D0*ᵛⁱᵈ (διεπορευετο U+05D0¹) 38 Πτολεμεον A om V Νικανορα] pr και U+05D0V Γοργειαν A 39 τεσσερ.] πεντηκοντα V επτακισχιλιαν U+05D0V | om εις U+05D0* (hab U+05D0c.ᵃ) om αυτην U+05D0* (hab U+05D0c.a) 40 απηρεν παρενεβαλον U+05D0 | Αμμαου U+05D0 Αμμαυ V 41 πολυν A ηλθεν U+05D0* (-θον U+05D0c.ᵃ) | προσεγενηθησαν] προσετεθησαν U+05D0Vᵃ (προστεθ, V*) | δυναμεις (-μις U+05D0V)] pr και U+05D0 42 ειδεν U+05D0V |δυναμις U+05D0A παρεμβαλλουσιν U+05D0V λογους] incep λα U+05D0* (λογ. U+05D0¹) | της βασιλειας] του βασιλεως U+05D0V απωλιαν U+05D0V* (-πολ.) 43 αναστησον U+05D0* (-στησομεν U+05D0c.ᵃ V) των αγιων] πολεμησομεν περι (sed περι U+05D01 ⁽ᵐᵍ) του λαου ημων και των λαων (pro λαων corr αγιων U+05D0¹⁽ᵛⁱᵈ) U+05D0* 44 ηθροισθη U+05D0V η συναγ.] pr πασα V ελεος U+05D0V | οικτιρμους U+05D0Vᵃ 45 ανοικητος U+05D0* (αοικ. U+05D0c.ᵃ) om και εκπορευομενος U+05D0* (hab U+05D0c.a) V | om εν 2⁰ εξελιπεν U+05D0 46 ηλθον V εις 2⁰] ην εν U+05D0V 47 περιεβαλοντο την κεφαλην U+05D0V)

606
[*](A) τὰ ἱμάτια αὐτῶν.

καὶ ἐξεπέτασαν τὸ βιβλίον τοῦ νόμου, περὶ ὦν ἐξηρεύνων τὰ ἔθνη τὰ ὁμοιώματὰ τῶν εἰδώλων αὐτῶν.

καὶ ἤνεγκαν τὰ ἱμάτια τῆς ἱερωσύνης καὶ τὰ πρωτογενήματα καὶ τὰς δεκάτας· καὶ ἤγειραν τοὺς Ναζιραίους, οἳ ἐπλήρωσαν τὰς ἡμέρας·

καὶ ἐβόησαν φωνῇ εἰς τὸν οὐρανὸν λέγοντες Τί ποιήσαρμεν τούτοις, καὶ ποῦ αὐτοὺς ἀπαγάγωμεν ;

καὶ τὰ ἅγιά σου καταπεπάτηται καὶ βεβήλωται, καὶ οἱ ἱερεῖς σου ἐν πένθει καὶ ταπεινώσει.

καὶ ἰδοὺ τὰ ἔθνη συνῆκται ἐφʼ ἡμᾶς τοῦ ἐξᾶραι ἡμᾶς· σὺ οἶδας ἃ λογίζονται ἐφʼ ἡμᾶς.

πῶς δυνησόμεθα ὑποστῆναι κατὰ πρόσωπον αὐτῶν, ἐὰν μὴ σὺ βοηθήσῃς ἡμῖν ;

καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν, καὶ ἐβόησαν φωνῇ μεγάλῃ.

Καὶ μετὰ τοῦτο κατέστησεν Ἰούδας ἡγουμένους τοῦ λαοῦ, χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους.

καὶ εἶπεν τοῖς οἰκοδομοῦσιν οἰκίαν καὶ μνηστευομένοις γυναῖκας καὶ φυτεύουσιν ἀμπελῶνας καὶ δειλοῖς, ἀποστρέφειν ἕκαστον εἰς τὸν οἶκον αὐτοῦ κατὰ τὸν νόμον.

καὶ ἀπῆρεν ἡ παρεμβολή, καὶ παρενεβάλοσαν κατὰ νότου Ἀμμαούμ.

καὶ εἶπεν Ἰούδας Περιζώσασθε, καὶ γενέσθε εἰς υἱοὺς δυνατούς· καὶ γίνεσθε ἕτοιμοι εἰς τὸ πρωὶ τοῦ πολεμῆσαι ἐν τοῖς ἔθνεσιν τούτοις τοῖς ἐπισυνηγμένοις ἐφʼ ἡμᾶς ἐξᾶραι ἡμᾶς καὶ τὰ ἅγια ἡμῶν.

ὅτι κρεῖσσον ἡμᾶς ἀποθανεῖν ἐν πολέμῳ, ἢ ἐφιδεῖν ἐπὶ τὰ κακὰ τοῦ ἔθνους ἡμῶν καὶ τῶν ἁγίων.

ὡς δʼ ἂν ᾖ θέλημα ἐν οὐρανῷ, οὕτως ποιήσει.