Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ἐν ταῖς ἡμέραις ἐκείναις ἀνέστη Ματταθίας Ἰωάννου τοῦ Συμεών, ἱερεὺς τῶν υἱῶν Ἰωαρείμ, ἀπὸ Ἰερουσαλήμ, καὶ ἐκάθισεν ἐν Μωδεείν.

καὶ αὐτῷ υἱοὶ πέντε· Ἰωάννης ὁ ἐπικαλούμενος Γαδδίς,

Σίμων ὁ καλούμενος Θασσίς,

Ἰούδας ὁ καλούμενος Μακκαβαῖος,

Ἐλεαὰρ ὁ καλούμενος Αὑαράν, Ἰωνάθας ὁ καλούμενος Σαφφούς.

Καὶ δεν τὰς βλασφημίας τὰς γινομένας ἐν Ἰούδα καὶ ἐν Ἰερουσαλήμ·

καὶ εἶπεν Οἴμοι, ἵνα τί τοῦτο ἐγενήθην ἰδεῖν τὰ συντρίμματα τοῦ λαοῦ μου καὶ τὸ σύντριμμα τῆς πόλεως τῆς ἁγίας, καὶ καθίσαι ἐκεῖ ἐν τῷ δοθῆναι αὐτὴν ἐν χειρὶ ἐχθρῶν, τὸ ἁγίασμα ἐν χειρὶ ἀλλοτρίων

ἐγένετο ὁ ναὸς αὐτῆς ὡς ἀνὴρ ἔνδοξος·

τὰ σκεύη τῆς δόξης αἰχμάλωτα ἀπήχθη· ἀπεκτάνθη τὰ νήπια αὐτῆς ἐν ταῖς πλατείαις αὐτῆς, οἱ νεανίσκοι αὐτῆς ἐν ῥομφαίᾳ ἐχθροῦ.

ποῖον ἔθνος οὐκ ἐκληρονόμησεν βασίλεια καὶ οὐκ ἐκράτησεν τῶν σκύλων αὐτῆς;

πᾶς ὁ κόσμος αὐτῆς ἀφῃρέθη· ἀντὶ ἐλευθέρας ἐγενήθη εἰς δούλην.

καὶ ἰδοὺ τὰ ἅγια ἡμῶν καὶ ἡ καλλονὴ ἡμῶν καὶ ἡ δόξα ἡμῶν ἠρημώθη. καὶ ἐβεβήλωσαν αὐτὰ ἔθνη·

ἵνα τί ἡμῖν ἔτι ζῆν

καὶ διέρρηξεν Ματταθίας καὶ οἱ υἱοὶ αὐτοῦ τὰ ἱμάτια αὐτῶν, καὶ περιεβάλοντο σάκκους, καὶ ἐπένθησαν σφόδρα.

Καὶ ἦλθον οἱ παρὰ τοῦ βασιλέως οἱ καταναγκάζοντες τὴν ἀποστασίαν εἰς Μωδεεὶν [*](U+05D0V)[*](61 οικους U+05D0V αυτων 2⁰] + προενομευσαν U+05D0c.a αυτους] + εθανατωσαν U+05D0c.ᵃ 62 εκρεμασθησαν] εκραταιωθησαν U+05D0V ωχυρ. V εαυτοις V 63 βεβη- λωσωσα U+05D0V* 64 Ισρ.] pr τον V II 1 Ιωαννου] pr υιος U+05D0V |Ιωαριμ U+05D0 Ιωαρειβ V Μωδειν U+05D0* -δαειν U+05D0c.a -διω V 2 ο επικαλ.] om ο U+05D0* (hab U+05D0c.a) Γαδδει U+05D0 3 ο καλ.] om ο U+05D0 ο επικ. V Θασσει U+05D0V (-σσι) 4 om Μακκαβαιος U+05D0* (hab -βεος U+05D0c.ᵃ) 5 Ελεαζαρ] Ιελεαζαρος U+05D0* Ελεαζαρος U+05D01, c.a ο καλουμενος (1⁰)] om ο U+05D0* (hab U+05D0c.ᵃ) Ιωναθης U+05D0* (-θας U+05D0c.a) -θαν V Σαπφους U+05D0V 6 βλασφ.] + αυτων V γενομενας U+05D0 7 εγεννηθην U+05D0V τα συντριμματα] το συντριμμα U+05D0V om και 2° U+05D0* (hab U+05D0c.a) της αγιας πολεως U+05D0 | εκαθισαν U+05D0V (-θησαν) 9 δοξης] + αυτης U+05D0V αιχμ. pr ως V απηχθη] pr α U+05D0* (improb U+05D0c.a) 10 βασιλεια] pr εν U+05D0 pr η V 11 αφερ. V* (αφαιρ. Vᵃ) εγενετο U+05D0V εγεννηθη A 12 εθνη] pr τα U+05D0V 13 ζην] ζωη U+05D0 14 τα ιμ.] ι bis scr U+05D0* εαυτων V περιεβαλλ. V επενθησεν U+05D0* (-σαν U+05D0c.a) 15 ηλλοιωθη U+05D0* (ηλθ. οιU+05D0c.ᵃ) αποστασιν U+05D0 | Μωδειν U+05D0* (-δεειν U+05D0c.a) -διμ V)

599
τὴν πόλιν, ἴνα θυσιάσωσιν.

καὶ πολλοὶ ἀπὸ Ἰσραὴλ πρὸς αὐτοὺς [*](A) προσῆλθαν· καὶ Ματταθίας καὶ οἱ υἱοὶ αὐτοῦ συνήχθησαν.

καὶ ἀπεκρίθησαν οἱ παρὰ τοῦ βασιλέως καὶ εἶπαν τῷ Ματταθίᾳ λέγοντες Ἄρχων καὶ ἔνδοξος καὶ μέγας εἶ ἐν τῇ πόλει ταύτῃ, καὶ ἐστηριγμένος ἐν υἱοῖς καὶ ἀδελφοῖς.

νῦν πρόσελθε πρῶτος, καὶ ποίησον τὸ πρόσταγμα τοῦ βασιλέως, ὡς ἐποίησαν πάντα τὰ ἔθνη, καὶ οἱ ἄρχοντες Ἰούδα, καὶ οἱ καταλειφθέντες ἐν Ἰερουσαλήμ· καὶ ἔσῃ σὺ καὶ ὁ οἵκός σου τῶν φίλων τοῦ βασιλέως· καὶ σὺ καὶ οἱ υἱοί σου δοξασθήσεσθε ἀργυρίῳ καὶ χρυσίῳ καὶ ἀποστολαῖς πολλαῖς.

καὶ ἀπεκρίθη Ματταθίας καὶ εἶπεν φωνῇ μεγάλῃ Εἰ πάντα τὰ ἔθνη τὰ ἐν οἴκῳ τῆς βασιλείας τοῦ βασιλέως ἀκούουσιν αὐτοῦ, ἀποστῆναι ἕκαστος ἀπὸ λατρίας πατέρων αὐτοῦ, καὶ ἡρετίσαντο ἐν ταῖς ἐντολαῖς αὐτοῦ·

κἀγὼ καὶ οἱ υἱοί μου καὶ οἱ ἀδελφοί μου πορευσώμεθα ἐν διαθήκῃ πατέρων ἡμῶν.