Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἵλεως ἡμῖν καταλείπειν νόμον καὶ δικαιώματα.

τὸν νόμον τοῦ βασιλέως οὐκ ἀκουσόμεθα, παρελθεῖν τὴν λατρίαν ἡμῶν δεξιὰν ἡ ἀριστεράν.

Καὶ ὡς ἐπαύσατο λαλῶν τοὺς λόγους τούτους, προσῆλθεν ἀνήρ Ἰουδαῖος ἐν ὀφθαλμοῖς πάντων, θυμιᾶσαι ἐπὶ τοῦ βωμοῦ ἐν Μωδεεὶμ κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως.

καὶ ὄιν Ματταθίας καὶ ἐζήλωσεν, καὶ ἐτρόμησαν οἱ νεφροὶ αὐτοῦ, καὶ ἀνήνεγκεν θυμὸν κατὰ τὸ κρίμα, καὶ δραμὼν ἔσφαξεν αὐτὸν ἐπὶ τὸν βωμόν.

καὶ τὸν ἄνδρα τοῦ βασιλέως τὸν ἀναγκάζοντα θύειν ἀπέκτεινεν ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ τὸν βωμὸν καθεῖλεν,

καὶ ἐζήλωσεν τῷ νόμῳ, καθὼς ἐποίησεν Φινεὼς τῷ Ζαμβρὶ υἱῷ Σαλώμ.

καὶ ἀνέκραξεν Ματταθίας ἐν τῇ πόλει φωνῇ μεγάλῃ, λέγων Πᾶς ὁ ζηλῶν τῷ νόμῳ καὶ ἱστῶν διαθήκην, ἐξελθέτω ὀπίσω μου.

καὶ ἔφυγον αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ εἰς τὰ ὄρη, καὶ ἐνκατέλειπον ὅσα εἶχον ἐν τῇ πόλει.

Τότε κατέβησαν πολλοὶ ζητοῦντες δικαιοσύνην καὶ κρίμα εἰς τὴν ἔρημον καθίσαι ἐκεῖ,

αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ [*](16 προσηλθον U+05D0V 17 ειπον U+05D0V εστηρισμενος U+05D0 | om εν 2° U+05D0V και 6°] U+05D0V pr τε V 18 νυν] pr ӄ | V ως] pr και U+05D0* (improb U+05D0c.a) εποιησεν U+05D0 | ar- χοντες] ανδρες U+05D0V συ 1⁰] σοι A +και οι υιοι σου V | om κσι ο οικος...και συ και U+05D0* hab και οι υιοι σου των φιλων του βασιλεως ӄ συ ӄ U+05D0c.a | δοξασθηση U+05D0* (-θησεσθαι U+05D0c.a) χρυσ. κ. αργ. V 19 ει] pr και V | του βασ.] incep τη U+05D0* (του U+05D0¹) εκαστον V 20 πορευσομεθα U+05D0V 21 καταλιπειν U+05D0 22 νο- μον] λογον U+05D0V 23 om τους λογους τουτους U+05D0* (hab U+05D0c.b) θυμιασαι] θυσιασαι U+05D0V εν 2°] pr του U+05D0c.a Μωδεειμ] Βωδειν U+05D0* (Μ pro B U+05D0c.a? c.b?) Μωδεειν U+05D0 -διμ V 24 ειδεν U+05D0V | ετρομασαν U+05D0c.aV V 25 καθειηλ | U+05D0* (-λεν U+05D0c.a) 26 εζηλωσεν] εδωκαν B (ετηλωσεν U+05D0c.a) εζηλωσαν V φινεεσ U+05D0V Ζαμβρει U+05D0 -βρι V 27 και 2°] η 2 (και fort vult U+05D0c.a) om A τη διαθηκη V 24 ενκατελιπον U+05D0)

600
[*](A) γυναῖκες αὐτῶν καὶ τὰ κτήνη αὐτῶν· ὅτι ἐσκληρύνθη ἐπʼ αὐτοὺς τὰ κακά.

καὶ ἀνηγγέλη τοῖς ἀνδράσιν τοῦ βασιλέως καὶ ταῖς δυνάμεσιν αἳ ἦσαν ἐν Ἰερουσαλὴμ πόλει Δαυείδ, ὅτι κατέβησαν ἄνδρες, οἵτινες διεσκέδασαν τὴν ἐντολὴν τοῦ βασιλέως, εἰς τοὺς κρυφοὺς ἐν τῇ ἐρήμῳ.

καὶ ἔδραμον ὀπίσω αὐτῶν πολλοί, καὶ καταλαβόντες αὐτοὺς παρενέβαλον ἐπ᾿ αὐτηύς, καὶ συνεστείλαντο πρὸς αὐτοὺς πόλεμον ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων·

καὶ εἶπαν πρὸς αὐτοὺς Ἕως τοῦ νῦν· ἐξελθόντες ποιήσατε κατὰ τὸν λόγον τοῦ βασιλέως, καὶ ζήσεοθε.

καὶ εἶπαν Οὐκ ἐξελευσόμεθα, οὐδὲ ποιήσομεν τὸν λόγον τοῦ βασιλέως, βεβηλῶσαι τὴν ἡμέραν τῶν σαββάτων.

καὶ ἐτάχυναν ἐπʼ αὐτοὺς πόλεμον.

καὶ οὐκ ἀπεκρίθησαν αὐτοῖς, οὐδὲ λίθον ἐνετίναξον αὐτοῖς, οὐδὲ ἐνέφραξαν τοὺς κρυφούς,

λέγοντες Ἀποθάνωμεν οἱ πάντες ἐν τῆ ἁπλότητι ἡμῶν· μαρτυρεῖ ἐφʼ ἡμᾶς ὁ οὐρανὸς καὶ ἡ γῆ ὅτι ἀκρίτως ἀπόλλυτε ἡμᾶς.

καὶ ἀνέστησαν ἐπʼ αὐτοὺς ἐν τῷ πολέμῳ τοῖς σάββασιν· καὶ ἀπέθανον αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ τὰ κτήνη αὐτῶν, ἕως χιλίων ψυχῶν ἀνθράπων.

Καὶ ἔγνω Ματταθίας καὶ οἱ φίλοι αὐτοῦ, καὶ ἐπένθησαν ἐπʼ αὐτοὺς ἕως σφόδρα.

καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ Ἐὰν πάντες ποιήσωμεν ὡς οἱ ἀδελφοὶ ἡμῶν ἐποίησαν, καὶ μὴ πολεμήσωμεν εἰς τὰ ἔθνη ὑπὲρ τῆς ψυχῆς ἡμῶν καὶ τῶν δικαιωμάτων ἡμῶν, νῦν τάχιον ἡμᾶς ὀλεθρεύσουσιν ἀπὸ τῆς γῆς.