Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἐρώτησον καὶ μάθε τίς εἰμι καὶ οἱ λοιποὶ οἱ βοηθοῦντες ἡμῖν· καὶ λέγουσιν Οὐκ ἔστιν ὑμῖν στάσις ποδὸς κατὰ πρόσωπον ημῶν, ὅτι δὶς ἐτροπώθησαν οἱ πατέρες σου ἐν τῇ γῇ αὐτῶν.

καὶ νῦν οὐ δυνήσῃ ὑποστῆναι τὴν ἵππον καὶ δύναμιν τοιαύτην ἐν τῷ πεδίῳ, ὅπου οὐκ ἔστιν λίθος οὐδὲ κόχλαξ οὐδὲ τόπος τοῦ φυγεῖν.

Ὡς δε ἤκουσεν Ἰωναθὰν τῶν λόγων Ἀπολλωνίου, ἐκινήθη τῇ διανοίᾳ. καὶ ἐπέλεξεν δέκα χιλιάδας ἀνδρῶν, καὶ ἐξῆλθεν ἐξ Ἰερουσαήμ, καὶ συνήντησεν αὐτῷ Σίμων ὁ ἀδελφὸς αὐτοῦ ἐπὶ βοήθειαν αὐτου.

καὶ παρενέβαλεν ἐπὶ Ἰόππην, καὶ ἀπέκλεισαν [*](63 om αυτου 2⁰ U+05D0* (hab U+05D0c.a) V κατα τουτου] κατα του σου (sic) A κατ U+05D0V αυτου U+05D0V παρενοχλειτω U+05D0V 64 σινδονα] πορφυραν U+05D0V om και 3⁰ V 66 om εις Ιερουσαλημ U+05D0 67 εν ετει…εκατοστω] ε ετι και ξ΄ και ρ΄ U+05D0* εν ε΄ ετι κ. ξ΄ κ. ρ΄ U+05D0c.a ο υιος] om ο U+05D0V εκ Κρητης] om κ 1⁰ A* (superscr Aᵃ?) 68 ελυπηθη] + ο βασιλευς U+05D0* (improb et unc incl U+05D01, c.a c.ᵇ) | υπε- στρεψεν U+05D0* (απεστρ. U+05D0c.a) V Αντιοχειαν V 69 Κοιλης] pr της U+05D0c.a παρενεβαλον U+05D0* (-λεν U+05D0c.a) | εν Ιαμνεια] επι Ιαμνιαν U+05D0V 70 ονειδισμον] pr εις U+05D0V εξουσιαζη (-ζει Vᵃ)] pr συ U+05D0 71 ει πεποιθας] επιπεποιθας (? επι πεπ.) U+05D0 | συγκρ. Vᵃ | μετ εμου εστιν] ουκ εστι| ετι U+05D0* (μετ εμ. εστ, U+05D0c.a) 72 λοιμοι V* (λοιπ. V1) ημιν] υμιν V υμιν] ημν U+05D0*A (υμ. U+05D0c.ᵃ) | στασις] Seq ras 1 lit (σ vel ο) in A om ποδος U+05D0* ποδων U+05D0c.a δις ετροπωθησαν] διετροπωθησαν U+05D0 73 om και 2⁰ U+05D0 | του φυγειν] που φυγειν A 74 εξ] εις U+05D0* (εξ U+05D0c.b) συνηντησεν] συνην V επι βοηθειαν] ε. βοηθιαν U+05D0 επιβοηθειν V αυτου 2⁰] αυτω U+05D0V 75 Ιωππ. V)

638
[*](A) αὐτὸν οἱ ἐκ τῆς πόλεως, ὅτι φρουρὰ Ἀπολλωνίου ἐν Ἰόππης. καὶ ἐπολέμησαν αὐτήν.

καὶ φοβηθέντες ἤνοιξαν οἱ ἐκ τῆς πόλεως, καὶ ἐκυρίευσεν Ἰωναθὰν Ἰόππης.

καὶ ἤκουσεν Ἀπολλώνιος, καὶ παρενέβαλεν τρισχιλίαν ἵππον καὶ δύναμιν πολλήν, καὶ ἐπορεύθη εἰς Ἀζωτον ὡς διοδεύων, καὶ ἅμα προσῆγεν εἰς τὸ πεδίον, καὶ διὰ τὸ ἔχειν αὐτὸν πλῆθος ἵππου καὶ πεποιθέναι ἐπʼ αὐτήν.

καὶ κατεδίωξεν ὀπίσω αὐτοῦ εἰς Ἄζωτον, καὶ συνῆψαν αἱ παρεμβολαὶ ὀπίσω αὐτοῦ εἰς πόλεμον.

καὶ ἀπέλειπεν Ἀπολλώνιος χιλίαν ἵππον κρυπτῶς κατόπισθεν αὐτῶυ·

καὶ ἔγνω Ἰωναθὰν ὅτι ἔστιν ἔνεδρον κατόπισθεν αὐτοῦ. καὶ ἐκύκλωσαν αὐτοῦ τὴν παρεμβολήν, καὶ ἐξετίναξον τὰς σχίζας εἰς τὸν λαὸν ἐκ πρωίθεν ἕως δείλης.