Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἐκάθισεν αὐτὸν ὁ βασιλεὺς μετʼ αὐτοῦ, καὶ εἶπεν τοῖς [*](U+05D0V)[*](52 εκαθισα] ενεκαθισα U+05D0 | θρονv U+05D0* (θρονου U+05D0c.a) εκρατησας U+05D0* (-σα U+05D0c.a) επεκρατησεν U+05D0* (-σα U+05D0c.a) 53 εκαθισα U+05D0c.a (postea rurs εκαθισαμεν) 54 συνστησωμεν] νυν στησομεν U+05D0V (-σωμ.) αυτον] αυτους U+05D0 εαυτους V om νυν U+05D0V 55 ανεστρεψας] επεστρεψας U+05D0V | om σου U+05D0* (hab U+05D0c.a) αυτου U+05D0* (-των U+05D0c.a) 56 απαντησον] + μοι U+05D0c.ᵃ ιδωμεν] incep ειρδ U+05D0* ειδωμεν U+05D0¹ c.a 57 ετους…εκατοστου cum seqq) (58) coniung U+05D0 | εξηκοστου] ξ΄ U+05D0 58 om και 1⁰ U+05D0 | Αλεξανδος (sic) A εξεδοτο ?c.a V 59 Αλεξ- ανδρος ο βασιλευς U+05D0V Ιωναθη] Ιωναθα U+05D0* τω Ιωναθαν U+05D0c.a Ιωναθαν V συναντησιν] pr τη U+05D0c.a 60 εις Πτ. μετα δ. V δυσι V βασιλευσι U+05D0Vᵃ δοματα U+05D0V] δυνατα A εναντιον] ενωπιον U+05D0 61 συνηχθησαν] επισυνη- χθησαν U+05D0V επ] προς U+05D0V παρανομοι] ανομοι U+05D0 62 om αυτοις U+05D0V |ο βασιλευς] incep λ (improb U+05D0¹) εξεδυσαν U+05D0V ενεδυσαν U+05D0 63 εκαθισαν U+05D0 | ο βασιλευς] οι βασιλεις U+05D0 | αυτου 1⁰] αυτω U+05D0* (-του U+05D0c.ᵃ) ειπαν U+05D0* (-πεν U+05D0c.ᵃ))

637
ἄρχουσιν αὐτοῦ Ἐξέλθατε μετʼ αὐτοῦ εἰς μέσον τῆς πόλεως, καὶ [*](A) κηρύξατε τοῦ μηδένα ἐντυγχάνειν κατὰ τούτου περὶ μηδενὸς πράγματος. καὶ μηδεὶς αὐτῷ ἐνοχλείτω περὶ παντὸς λόγου.

καὶ ἐγένετο ὡς εἶδον οἱ ἐντυγχάνοντες τὴν δόξαν αὐτοῦ καθὼς ἐκήρυξεν, καὶ περιβεβλημένον αὐτὸν σινδόνα, καὶ ἔφυγον πάντες.

καὶ ἐδόξασεν αὐτὸν ὁ βασιλεύς, καὶ ἔγραψεν αὐτὸν τῶν πρώτων φίλων, καὶ ἔθετο αὐτὸν στρατηγὸν καὶ μεριδάρχην.

καὶ ἐπέστρεψεν Ἰωναθὰν εἰς Ἰερουσαλὴμ μετ εἰρήνης καὶ εὐφροσύνης.

Καὶ ἐν ἔτει πέμπτῳ καὶ ἑξηκοστῷ καὶ ἑκατοστῷ ἦλθεν Δημήτριος ὁ υἱὸς Δημητρίου ἐκ Κρήτης εἰς τὴν γῆν τῶν πατέρων αὐτοῦ.

καὶ ἤκουσεν Ἀλέξανδρος ὁ βασιλεύς, καὶ ἐλυπήθη σφόδρα, καὶ ἀπέστρεψεν εἰς Ἀντιοχίαν.

καὶ κατέστησεν Δημήτριος Ἀπολλώνιον τὸν ὄντα ἐπὶ Κοίλης Συρίας, καὶ συνήγαγεν δύναμιν μεγάλην, καὶ παρενέβαλεν ἐν Ἰάμνείᾳ· καὶ ἀπέστειλεν πρὸς Ἰωναθὰν τὸν ἀρχιερέα, λέγων

Σὺ μονώτατος ἐπαίρῃ ἐφʼ ἡμᾶς, ἐγὼ δὲ ἐγενήθην εἰς καταγέλωτα καὶ ὀνειδισμὸν διὰ σέ· καὶ διὰ τί ἐξουσιάζῃ ἐφʼ ἡμᾶς ἐν τοῖς ὄρεσιν

νῦν οὖν εἰ πέποιθας ἐπὶ ταῖς δυνάμεσίν σου, κατάβηθι πρὸς ἡμᾶς εἰς τὸ πεδίον, καὶ συνκριθώμεν ἑαυτοῖς ἐκεῖ, ὅτι μετʼ ἐμοῦ ἐστιν δύναμις τῶν πόλεων.