Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ πᾶν τὸ πλεονάζον ὃ οὐκ ἀπεδίδοσαν ἀπὸ τῶν χρειῶν, ὡς ἐν τοῖς πρώτοις ἔτεσιν, ἀπὸ τοῦ νῦν δώσωσιν εἰς τὰ ἔργα τοῦ οἴκου.

καὶ ἐπὶ τούτοις πεντακισχιλίους σίκλους ἀργυρίου οὓς ἐλάμβανον ἀπὸ τῶν χρειῶν, ὡς ἐν τοῖς πρώτοις ἔτεσιν, τοῦ ἁγίου ἀπὸ τοῦ λόγου κατʼ ἐνιαυτόν, καὶ ταῦτα ἀφίεται, διὰ τὸ ἀνήκειν αὐτὰ τοῖς ἱερεῦσιν τοῖς λειτουργοῦσιν.

καὶ ὅσοι ἐὰν φύγωσιν εἰς τὸ ἱερὸν τὸ ἐν Ἰεροσολύμοις καὶ ἐν πᾶσιν τοῖς ὁρίοις αὐτοῦ, ὀφίλων βασιλικὰ καὶ πᾶν πρᾶγμα, ἀπολελύσθωσαν, καὶ πάντα ὅσα ἐστὶν αὐτοῖς ἐν τῇ βασιλείᾳ μου.

καὶ τοῦ οἰκοδομηθῆναι καὶ τοῦ ἐπικαινισθῆναι τὰ ἔργα τῶν ἁγἰων, καὶ ἠ δαπάνη δοθήσεται ἐκ τοῦ λόγου τοῦ βασιλέως.

καὶ τοῦ οἰκοδομηθῆναι τὰ τείχη Ἰερουσαλήμ, καὶ ὀχυρῶσαι κυκλόθεν, καὶ ἡ δαπάνη δοθήσεται ἐκ τοῦ λόγου τοῦ βασιλέως, καὶ τοῦ οἰκοδομῆσαι τὰ τείχη ἐν τῇ Ἰουδαίᾳ.

Ὡς δὲ ἤκουσεν Ἰωναθὰν καὶ ὁ λαὸς τοὺς λόγους τούτους, οὐκ ἐπίστευσεν αὐτοῖς οὐδὲ ἐπεδέξαντο, ὅτι ἐπεμνήσθησαν τῆς κακίας τῆς μεγάλης ἧς ἐποίησεν ἐν Ἰσραήλ, καὶ ἔθλιψεν αὐτοὺς σφόδρα.

καὶ εὐδόκησαν ἐν Ἀλεξάνδρῳ, ὅτι αὐτὸς ἐγένετο αὐτοῖς ἀρχηγὸς λόγων εἰρηνικῶν, καὶ συνεμάχουν αὐτῷ πάσας τὰς ἡμέρας.

καὶ συνήγαγεν Ἀλέξανδρος ὁ βασιλεὺς δυνάμεις μεγάλας, καὶ παρενέβαλεν ἐξ ἐναντίας Δημητρίου.

καὶ συνῆψαν πόλεμον οἱ δύο βασιλεῖς, καὶ ἔφυγεν ἡ παρεμβολὴ Δημητρίου, καὶ ἐδίωξεν αὐτὸν ὁ Ἀλέξανδρος, καὶ ἴσχυσεν ἐπʼ αὐτούς.

καὶ ἐστερέωσεν πόλεμον σφόδρα ἕως ἔδυ ὁ ἥλιος, καὶ ἔπεσεν ὁ Δημήτριος ἐν τῇ [*](39 τοις αγιοις 1⁰ bis scr V* (improb Vᵃ) καθηκουσαν U+05D0V 40 καγω] U+05D0V + δε V 41 ο] οι U+05D0* (ι ras U+05D0?) απο 1⁰] pr οι U+05D0 εθνεσιν U+05D0* (εν. U+05D0c.a c.b) δωσουσιν U+05D0Vᵃ (-σι) δοσ. V* om εις V 42 ους] οσα U+05D0* (ους U+05D0c.ᵃ) om ως εν τοις πρωτοις ετεσιν U+05D0 ετεσιν] εθεσιν A αφιται U+05D0* (αφιετ. U+05D0c.ᵃ) 43 οφι- λων] pr ο V | βασιλικα] βασιλει V πανια] πα | πραγμα U+05D0* αυτοις] + απο- λελυσθωσαν U+05D0 44 om και 2⁰ U+05D0* (hab U+05D0c.ᵃ) om του 2⁰ U+05D0V και η δα- πανη… βασιλεως uncis incl U+05D0c.a c.b om η δαπ. V 45 οχυρωσαι] ωχυρωσεν U+05D0 | εν] Ιηλμ U+05D0 46 επιστευσαν U+05D0c.a V επεταξαντο U+05D0* (επεδεξ. U+05D0c.a) | εμνη- σθησαν U+05D0V εποιησαν U+05D0*ᵛⁱᵈ (-σεν U+05D0c.a (ᵛⁱᵈ) 47 ευδοκησαν εν] ευδοκησαμεν A αυτος] pr και V 48 ο βασιλευς Αλεξανδρος U+05D0 | δυναμεις (-μις A) μεγα- λας] πασας τας δυναμεις (μις U+05D0* μεις U+05D0c.ᵇ) U+05D0 | Δημητριος U+05D0* (-τριου U+05D0c.a c.b) 49 συνηψεν U+05D0*(vid) (-ψαν U+05D0¹) Δημητριου] Αλεξανδρου U+05D0* (Δημ. U+05D0c.a c.b) A αυτον] αυτους U+05D0 c.ᵃ ante αυτον ras 3 litt Aᵃ? o Αλεξανδρος] ο Δημητριος U+05D0* (Αλεξανδρος U+05D0c.a) A 50 πολεμον] pr τον U+05D0V εδυ ο ηλιος] ηλιος εδυ U+05D0 ο ηλ εδ. U+05D0¹)

636
[*](A) ἡμέρᾳ ἐκείνῃ.

Καὶ ἀπέστειλεν Ἀλέξανδρος πρὸς Πτολεμαῖον βασιλέα Αἰγύπτου πρέσβεις κατὰ τοὺς λόγους τούτους λέγων

Ἐπεὶ ἀνέστρεψα εἰς τὴν βασιλείαν μου καὶ ἐκάθισα ἐπὶ θρόνου πατέρων μου καὶ ἐκράτησα τῆς ἀρχῆς, καὶ συνέτριψα τὸν Δημήτριον καὶ ἐπεκράτησα τῆς χώρας ἡμῶν·

καὶ συνῆψα πρὸς αὐτὸν μάχην, καὶ συνετρίβη αὐτὸς καὶ ἡ παρεμβολὴ αὐτοῦ ὑφʼ ἡμῶν, καὶ ἐκαθίσαμεν ἐπὶ θρόνου βασιλείας αὐτοῦ·

καὶ συνστήσωμεν πρὸς αὐτὸν φιλίαν· καὶ νῦν δός μοι τὴν θυγατέρα σου εἰς γυναῖκα, καὶ ἐπιγαμβρεύσω σοι, καὶ δώσω σοι δόματα καὶ αὐτῇ ἄξιά σου.

καὶ ἀπεκρίθη Πτολεμαῖος ὁ βασιλεὺς λέγων Ἀγαθὴ ἡμέρα, ἐν ᾗ ἀνέστρεψας εἰς γῆν πατέρων σου, καὶ ἐκάθισας ἐπὶ θρόνου βασιλείας αὐτῶν.

καὶ νῦν ποιήσω σοι ἃ ἔγραψας· ἀλλὰ ἀπάντησον εἰς Πτολεμαίδα, ὅπως ἴδωμεν ἀλλήλους, καὶ ἐπιγαμβρεύσω σοι καθὼς εἴρηκας.

καὶ ἐξῆλθεν Πτολεμαῖος ἐξ Αἰγύπτου αὐτὸς καὶ Κλεοπάτρα ἡ θυγάτηρ αὐτοῦ, καὶ ἦλθεν εἰς Πτολεμαίδα ἔτους δευτέρου καὶ ἑξηκοστοῦ καὶ ἑκατοστοῦ.

καὶ ἀπήντησεν αὐτῷ Ἀλέξανδρος ὁ βασιλεύς, καὶ ἐξέδετο αὐτῷ Κλεοπάτραν τὴν θυγατέρα αὐτοῦ, καὶ ἐποίησεν τὸν γάμον αὐτῆς ἐν Πτολεμαίδι, καθὼς οἱ βασιλεῖς, ἐν δόξῃ μεγάλῃ.

Καὶ ἔγραψεν ὁ βασιλεὺς Ἀλέξανδρος Ἰωνάθῃ ἐλθεῖν εἰς συνάντησιν αὐτῷ.

καὶ ἐπορεύθη μετὰ δόξης εἰς Πτολεμαίδα, καὶ ἀπήντησεν τοῖς δυσὶν βασιλεῦσιν· καὶ ἔδωκεν αὐτοῖς ἀργύριον καὶ χρυσίον καὶ τοῖς φίλοις αὐτῶν καὶ δόματα πολλά, καὶ εὗρεν χάριν ἐναντίον αὐτῶν.