Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ εἰσῆλθεν εἰς τὸ ἁγίασμα ἐν ὑπερηφανίᾳ, καὶ ἔλαβεν τὸ θυσιαστήριον τὸ χρυσοῦν, καὶ τὴν λυχνίαν τοῦ φωτὸς καὶ πάντα τὰ σκεύη αὐτῆς,

καὶ τὴν τράπεζαν τῆς προθέσεως καὶ τὰ σπόνδια καὶ τὰς φιάλας καὶ τὰς θυίσκας τὰς χρυσᾶς καὶ τὸ καταπέτασμα καὶ τοὺς στεφάνους καὶ τὸν κόσμον τὸν χρυσοῦν τὸν κατὰ πρόσωπον τοῦ ναοῦ, καὶ ἐλέπισεν πάντα·

καὶ ἔλαβεν τὸ ἀργύριον καὶ τὸ χρυσίον, καὶ τὰ σκεύη τὰ ἐπιθυμητά· καὶ ἔλαβεν τοὺς θησαυροὺς τοὺς ἀποκρύφους οὓς εὗρεν.

καὶ λαβὼν πάντα [*](11 λεγοντας V διελθωμε U+05D0* (διαθωμε| θα U+05D0¹) διαθωμενα (sic) A εξω- U+05D0V ρισθημε| U+05D0* (εχωρ. U+05D0c.b) υπ] απ U+05D0V 13 προεθυμωθησαν U+05D0* (-μηθ.U+05D0c.ᵃ) om απο U+05D0 | εδωκεν U+05D0V 14 τα νομιμα] om τα U+05D0* (hab U+05D0c.a) 15 ακρο- βυστιας U+05D0V εζευγισθησαν] εζευχθησαν U+05D0c.cV + εν U+05D0 | επραθησαν] επειραθησαν U+05D0c.a (επραθ. U+05D0* c.a? c.ᵇ?) | ποιησαι] pr του U+05D0V πονηρον] pr το U+05D0 16 ητοι- μασθη] μ sup ras A η βασιλεια] om η U+05D0* (hab U+05D0c.ᵃ) ενωπιον] εναντιον V βασιλευσοι V 17 οχλω] pr εν U+05D0 | ελεφαντοις V ελεφασιν U+05D0* εν ελεφασιν U+05D0c.a | om εν 3° U+05D0* (hab U+05D0c.ᵃ) V 18 Πτολεμαιον τον βασιλεα] om τον U+05D0 om τον βασ. A*fort (Πτ. τον βασ. sup ras Aᵃ) ενετραπη] απεστραφη U+05D0* (ενετρ. U+05D0c.a) Πτολεμεος A επεσαν] εφυγον U+05D0* (επεσον U+05D0c.a V) 19 γη] τη U+05D0 | γης] της U+05D0 om V 20 εκατοστω...τριτω] ρ΄ και μ΄ και γ΄ U+05D0 τεσσαρακ. V (ita identidem) τριτω ετει stip ras Aa (seq spat 2 vel 3 litt) om ετει U+05D0* (hab ετι U+05D0c.ᵃ) Ιεροσολυμα] επι Ιηλμ U+05D0 Ιλημ V 21 om και την λυχν. τ. φωτ. V 22 χρυσον A ελεπισεν] ε 2⁰ sup ras Aa 23 χρυσιον κ. το αργυριον U+05D0)

596
[*](Α) ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ. καὶ ἐποίησαν φονοκτονίαν, καὶ ἐλάλησαν ὑπερηφανίαν μεγάλην.

καὶ ἐγένετο πένθος μέγα ἐπὶ Ἰσραὴλ ἐν παντὶ τόπῳ αὐτῶν· ²⁸καὶ ἐστέναξαν ἄρχοντες καὶ πρεσβύτεροι, παρθένοι καὶ νεανίσκοι ἠσθένησαν, καὶ τὸ κάλλος τῶν γυναικῶν ἠλλοιώθη.

πᾶς νυμφίος ἀνέλαβεν θρῆνον· καθημένη ἐν παστῷ ἐγένετο ἐν πένθει.

καὶ ἐσείσθη ἡ γῆ ἐπὶ τοὺς κατοικοῦντας αὐτήν· καὶ πᾶς ὁ οἶκος Ἰακὼβ ἐνεδύσατο αἰσχύνην.

Μετὰ δύο ἔτη ἡμερῶν ἀπέστειλεν ὁ βασιλεὺς ἄρχοντα φορολογίας εἰς τὰς πόλεις Ἰούδα· καὶ ἦλθεν εἰς Ἰερουσαλὴμ ἐν ὄχλῳ βαρεῖ.

καὶ ἐλάλησεν αὐτοῖς λόγους εἰρηνικοὺς ἐν δόλῳ, καὶ ἐπίστευσαν αὐτῷ, καὶ ἐπέπεσεν ἐπὶ τὴν πόλιν ἐξάπινα, καὶ ἐπάταξεν αὐτὴν πληγὴν μεγάλην, καὶ ἀπώλεσεν λαὸν πολὺν ἐξ Ἰσραήλ.

καὶ ἔλαβεν τὰ σκῦλα τῆς πόλεως καὶ ἐνεπύρισεν αὐτὴν πυρί, καὶ καθεῖλεν τοὺς οἴκους αὐτῆς καὶ τὰ τείχη αὐτῆς κύκλῳ,

καὶ ᾐχμαλώτευσεν τὰς γυναῖκας καὶ τὰ τέκνα· καὶ τὰ κτήνη ἐκληρονόμησαν.

καὶ ᾠκοδόμησαν τὴν πόλιν Δαυεὶδ τείχει μεγάλῳ καὶ ὀχυρῷ, πύργοις ὀχυροῖς, καὶ ἐγένετο αὐτοῖς εἰς ἄκραν.

καὶ ἔθηκαν ἐκεῖ ἔθνος ἁμαρτωλόν, ἄνδρας παρανόμους· καὶ ἐνίσχυσαν ἐν αὐτῇ.

καὶ παρέθεντο ὅπλα καὶ τροφήν, καὶ συναγαγόντες τὰ σκῦλα Ἰερουσαλὴμ ἀπέθεντο ἐκεῖ καὶ ἐγένετο εἰς μεγάλην παγίδα,

καὶ ἐγένετο εἰς ἔνεδρον τῷ ἁγιάσματι, καὶ εἰς διάβολον πονηρὸν τῷ Ἰσραὴλ διὰ παντός.

καὶ ἐξέχεαν αἷμα ἀθῷον κύκλῳ τοῦ ἁγιάσματος. καὶ ἐμόλυναν τὸ ἁγίασμα.

καὶ ἔφυγον οἱ κάτοικοι Ἰερουσαλὴμ δι᾿ αὐτούς, καὶ ἐγένετο κατοικία ἀλλοτρίων· καὶ ἐγένετο ἀλλοτρία τοῖς γενήμασιν αὐτῆς, καὶ τὰ τέκνα αὐτῆς ἐγκατέλειπον αὐτήν.

τὸ ἁγίασμα αὐτῆς ἠρημώθη ὡς ἔρημος· αἱ ἑορταὶ αὐτῆς ἐστράφησαν εἰς πένθος, τὰ σάββατα αὐτῆς εἰς ὀνειδισμόν, τιμὴ αὐτῆς εἰς ἐξουθένωσιν,

κατὰ τὴν δόξαν αὐτῆς ἐπληθύνθη ἀτιμασμὸς αὐτῆς, καὶ τὸ ὕψος αὐτῆς ἐστράφη εἰς πένθος.

Καὶ ἔγραψεν ὁ βασιλεὺς πάσῃ [*](U+05D0V)[*](24 απηλθεν] εισηνεγκεν V εποιησεν U+05D0V | ελαλησεν U+05D0V 26 των] ω sup ras Aᵃ 27 πας] pr κ U+05D0c.a ο ανελαβεν] pr και V καθημενην U+05D0* κ καθημενη U+05D0c.ᵃ παστω] ποτω V εγενετο εν πενθει] επενθειU+05D0 28 οικουντας V ο οικος] om ο U+05D0 29 μετα] pr κ U+05D0c.a + δe V αρχοντας U+05D0* (-ντα U+05D0c.ᵃ) 30 ενε- πιστεισαν U+05D0V 31 ενεπυρισεν] ενεπρησεν U+05D0 | om αυτης 2⁰ U+05D0 32 ηχ- μαλωτισα| U+05D0V (αιχμ.) om εκληρονομησαν U+05D0* hab κ εκληρονομησαν (α fec ex ε) εαυτοις U+05D0c.a 33 ωκοδομησεν V* (-σε Vᵃ) οχυρω] ισχυρω V 34 παρανομους] παρανους 35 εγενοντο V item 36, 38 (1⁰) 37 αγιασματος] + κυ V εμολυνον V1 αγιασμα sup ras Aᵃ 38 ενκατελιπον U+05D0 39 εστραφηU+05D0* (-φησαν U+05D0c.a) | τα σαββ.] pr και V om εις ονειδ. τιμη αυτης U+05D0* (hab εις ονειδ. η τιμη αυτ. U+05D0c.a) τιμη] pr η V εξουδενωσιν U+05D0 40 την δοξαν αυτης επληθυνθη ατιμασμος] τα τεκνα αυτης επλησθη η γη ατιμια U+05D0* την δοξ. αυτ. επληθ. η)

597
τῇ βασιλείᾳ αὐτοῦ εἶναι πάντας εἰς λαὸν ἕνα,