Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἐγκαταλείπειν [*](A) ἕκαστον τὰ νόμιμα αὐτοῦ· καὶ ἐπεδέξαντο πάντα τὰ ἔθνη κατὰ τὸν λόγον τοῦ βασιλέως.

καὶ πολλοὶ ἀπὸ Ἰσραὴλ ηὐδόκησαν τῇ λατρίᾳ αὐτοῦ, καὶ ἔθυσαν τοῖς εἰδώλοις, καὶ ἐβεβήλωσαν τὸ σάββατον.

καὶ ἀπέστειλεν ὁ βασιλεὺς βιβλία ἐν χειρὶ ἀγγέλων εἰς Ἰερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα, πορευθῆναι ὀπίσω νομίμων ἀλλοτρίων τῆς γῆς,

καὶ κωλῦσαι ὁλοκαυτώματα καὶ θυσίας καὶ σπονδὴν ἐκ τοῦ ἁγιάσματος, καὶ βεβηλῶσαι σάββατα καὶ ἑορτάς,

καὶ μιᾶναι ἁγίασμα καὶ ἁγίους·

οἰκοδομῆσαι βωμοὺς καὶ τεμένη καὶ εἴδωλα, καὶ θύειν ὕεια καὶ κτήνη κοινά,

καὶ ἀφιέναι τοὺς υἱοὺς αὐτῶν ἀπεριτμήτους, βδελύξαι τὰς ψυχὰς αὐτῶν ἐν παντὶ ἀκαθάρτῳ καὶ βεβηλῶσαι.

ὥστε ἐπιλαθέσθαι τοῦ νόμου, καὶ ἀλλάξαι πάντα τὰ δικαιώματα.,

καὶ ὁς ἂν μὴ ποιήσῃ κατὰ τὸ ῤῆμα τοῦ βασιλέως ἀποθανεῖται.

κατὰ πάντας τοὺς λόγους τούτους ἔγραψεν τῇ βασιλείᾳ αὐτοῦ, καὶ ἐποίησεν ἐπισκόπους ἐπὶ πάντα τὸν λαόν· καὶ ἐνετείλατο ταῖς πόλεσιν Ἰούδα θυσιάζειν κατὰ πόλιν καὶ πόλιν.

καὶ συνηθροίσθησαν ἀπὸ τοῦ λαοῦ πρὸς αὐτοὺς πολλοί, πᾶς ὁ ἐνκαταλείπων τὸν νόμον· καὶ ἐποίησαν κακὰ ἐν τῇ γῇ,

καὶ ἔθεντο τὸν Ἰσραὴλ ἐν κρυφίοις ἐν παντὶ φυγαδευτηρίῳ αὐτῶν.

Καὶ πεντεκαιδεκάτῃ ἡμέρᾳ Χασελεὺ τῷ πέμπτῳ καὶ τεσσερακοστῷ ἔτει ᾠκοδόμησαν βδέλυγμα ἐρημώσεως ἐπὶ τὸ θυσιαστήριον· καὶ ἐν πόλεσιν Ἰούδα κύκλῳ ᾠκοδόμησαν βωμούς,

καὶ ἐπὶ τῶν θυρίδων τῶν οἰκιῶν καὶ ἐν ταῖς πλατείαις ἐθυμίων.

καὶ τὰ βιβλία τοῦ νόμου ἃ εὗρον, ἐνεπύρισαν πυρὶ κατασχίσαντες.

καὶ ὅπου εὑρίσκετο παρά τινι βιβλίον διαθήκης, καὶ εἴ τις συνευδόκει τῷ νόμῳ, τὸ σύγκριμα τοῦ βασιλέως ἐθανάτου αὐτόν.

ἐν ἰσχύι αὐτῶν ἐποίουν οὕτω τῷ Ἰσραήλ, τοῖς εὑρισκομένοις ἐν παντὶ μηνὶ καὶ μηνὶ ἐν ταῖς πόλεσιν.

καὶ πέμπτῃ καὶ εἰκάδι τοῦ μηνὸς θυσιάζοντες ἐπὶ τὸν βωμὸν ὃς ἦν [*](41 om εις U+05D0 42 ενκαταλιπειν U+05D0 εγκαταλιπ. Vᵃ επεδεξατο U+05D0 απεδεξατο V U+05D0V 43 ευδοκησαν U+05D0V σαββατον U+05D0Α A* ᵛⁱᵈ] αγιασμα sup ras A 44 τας πολεις (-λις A)] pr εις V 45 κωλυσαι] κυκλωσαι U+05D0 | θυσιαν U+05D0V σαββατα] pr τα V 47 ειδωλα] ειδωλα U+05D0V* (-λα Vᵃ) κοινα] πολλα U+05D0* (καινα U+05D0c.ᵃ) 48 αφειναι U+05D0V |παντι] πνι U+05D0* (παντι?c.a) βεβηλωσειU+05D0* (-σαι U+05D0c.a) V 49 αλλαξασθαιU+05D0 50 ποιησει V το ρημα] τον λογον U+05D0V 51 τη βασιλεια] pr παση U+05D0 | επι] κατα U+05D0 | ενετειλαντο U+05D0 (-τιλ.) V 52 πολλοι προς αυτους U+05D0 | πας ο ενκαταλειπων] και ενκαταλιπων U+05D0* πας ο ενκαταλιπων U+05D0c.a και πας ο εγκαταλειπ. V* (-λιπ. Vᵃ) 53 κρυφοις U+05D0* (κρυφιοις U+05D0c.a) 54 πεντεκαιδεκατη] pr τη U+05D0V Χασαλευ U+05D0* (Χασελευ U+05D0c.ᵃ) | πεμπτῳ και τεσσερακοστω] ε΄ και μ΄ και ρ΄ U+05D0 π. κ. τ. και εκατοστω V | ωκοδομησαν 1⁰] ωκοδομησεν U+05D0* (-σαν U+05D0c.a) 55 θυριδων] θυρων U+05D0V 56 ενεπυρισαν πυρι κατασχισαντες] κατασχ. ενεπ. εν (om εν V) πυριU+05D0V 57 ηυρισκετο V | συνκριμα U+05D0V* εθανατουν U+05D0 58 om ουτω U+05D0* (hab ουτως U+05D0c.a) | ουτως επ. V πολεσιν] + αυτων V 59 πεμπτη] pr τη U+05D0c.a)

598
[*](A) ἐπὶ τοῦ θυσιαστηρίου.

καὶ τὰς γυναῖκας τὰς περιτετμηκυίας τὰ τέκνα αὐτῶν ἐθανάτωσαν κατὰ τὸ πρόσταγμα,

καὶ ἐκρέμασαν τὰ βρέφη ἐκ τῶν τραχήλων αὐτῶν, καὶ τοὺς οἰκείους αὐτῶν, καὶ τοὺς περιτετμηκότας αὐτούς·