Tobias (Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

ὡς δὲ συνεκλείσθησαν ἀμφότεροι, ἀνέστη Τωβείας ἀπὸ τῆς κλίνης καὶ εἶπεν Ἀνάστηθι, ἀδελφή, καὶ προσευξώμεθα ἴνα ἡμᾶς ἐλεήσῃ ὁ κύριος.

καὶ ἤρξατο Τωβίας λέγειν Εὐλογητὸς εἶ ὁ θεὸς τῶν πατέρων ἡμῶν, καὶ εὐλογητὸν τὸ ὄνομά σου τὸ ἅγιον καὶ ἔνδοξον εἰς τοὺς αἰῶνας· εὐλογησάτωσάν σε οἱ οὐρανοὶ καὶ πᾶσαι αἱ κτίσεις σου.

σὺ ἐποίησας Ἀδάμ, καὶ ἔδωκας αὐτῷ βοηθὸν Εὕαν στήριγμα τὴν γυναῖκα αὐτοῦ· ἐκ τούτων ἐγενήθη τὸ ἀνθρώπων, σπέρμα. σὺ εἶπας Οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον, ποιήσωμεν αὐτῷ βοηθὸν ὅμοιον αὐτῷ.

καὶ νῦν, Κύριε, οὐ διὰ πορνείαν ἐγὼ λαμβάνω τὴν ἀδελφὴν μου ταύτην, ἀλλ᾿ ἐπ᾿ ἀληθείας· ἐπίταξον ἐλεῆσαί με καὶ αὐτῇ συνκαταγηρᾶσαι.

καὶ εἶπεν μετʼ αὐτοῦ Ἀμήν.

καὶ ἐκοιμήθησαν ἀμφότεροιτὴν νύκτα. (¹¹)Καὶ ἀναστὰς Ῥαγουὴλ ἐπορεύθη καὶ ὤρυξεν τάφον,

λέγων Μὴ καὶ οὗτος ἀποθάνῃ.

καὶ ἦλθεν Ῥαγουὴλ εἰς τὴν οἰκίαν ἑαυτοῦ,

καὶ εἶπεν Ἔδνᾳ τῇ γυναικὶ αὐτοῦ (¹⁴)Ἀπόστειλον μίαν τῶν παιδισκῶν, καὶ εἰδέτωσαν εἰ ζῇ· εἰ δὲ μή, ἵνα θάψωμεν αὐτὸν καὶ μηδεὶς γνῷ.

καὶ εἰσῆλθεν ἡ παιδίσκη ἀνοἰξασα τὴν θύραν. [*](A) [*](3 εις] pr εως A 4 Τωβιας BᵃA (item 5) | προσευξωμεθα] ξωμ sup ras Bᵃᵇ | ελ. ο κς ημας A 6 om ομοιον A* (hab A?) 7 αλλα A | αυτη] ταυτη A | συγκαταγηρασαι Bᵃᵇ συνκαταγηρασομε (αγηρα sup ras Aᵃ) A 10 ουτος] αυτος A 12 ιδετωσαν Bᵇ | γνω] γνωτω A)

835
καὶ εὗρεν τοὺς δύο καθεύδοντας.

καὶ ἐξελθοῦσα ἀπήγγειλεν [*](B) αὐτοῖς ὅτι ζῇ.

Καὶ εὐλόγησεν Ῥαγουὴλ τὸν θεὸν λέγων Εὐλογητὸς εἶ σὺ ὁ θεὸς ἐν πάσῃ εὐλογίᾳ· καὶ εὐλογείτωσάν σε οἱ ἅγιοί σου καὶ πᾶσαι αἱ κτίσεις σου, πάντες οἱ ἄγγελοί σου καὶ οἱ ἐκλεκτοί σου εὐλογείτωσάν σε εἰς τοὺς αἰῶνας.