Tobias (Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

εὐλογητὸς εἶ ὅτι ηὔφρανάς με, καὶ οὐκ ἐγένετό μοι καθὼς ὑπενόουν, (18)ἀλλὰ κατὰ τὸ πολὺ ἔλεός σου ἐποίησας μεθʼ ἡμῶν.

εὐλογητὸς εἶ ὅτι ἠλέησας δύο μονογενεῖς· ποίησον αὐτοῖς, δέσποτα, ἔλεος, συντέλεσον τὴν ζωὴν αὐτῶν ἐν ὑγείᾳ μετὰ εὐφροσύνης καὶ ἐλέους.

ἐκελευσεν δὲ τοῖς οἰκέταις χῶσαι τὸν τάφον.

Καὶ ἐποίησεν αὐτοῖς γάμον ἡμερῶν δέκα τεσσάρων.

καὶ εἶπεν αὐτῷ Ῥαγουὴλ πρὶν ἢ συντελεσθῆναι τὰς ἡμέρας τοῦ γάμου ἐνόρκως, μὴ ἐξελθεῖν αὐτὸν ἐὰν μὴ πληρωθῶσιν αἱ δέκα τέσσαρες ἡμέραι τοῦ γάμου,

καὶ τότε λαβόντα τὸ ἥμισυ τῶν ὑπαρχόντων αὐτοῦ πορεύεσθαι μετὰ ὑγείας πρὸς τὸν πατέρα· καὶ τὰ λοιπὰ ὅταν ἀποθάνω καὶ ἡ γυνή μου.

Καὶ ἐκάλεσεν Τωβίας τὸν Ῥαφαὴλ καὶ εἶπεν αὐτῷ

Ἀζαρία ἀδελφέ, (3)λάβε μετὰ σεαυτοῦ παῖδα καὶ δύο καμήλους. καὶ πορεύθητι [*](15 ηυλογησεν A | ευλογια] + καθαρα και αγια BᵃᵇᵐᵍA | παντες] pr και A A | τους αιωνας] pr παντας A 16 ηυφρανας B*ᵇA] ευφρανας BᵃA 17 υγιεια Bᵃᵇ υγια A | μετα] μετ A 20 αυτω] αυτοις A 21 υγιας Β*A υγειας Bᵃᵇ IΧ 1 Τωβας BaA (item 6))

836
[*](B) ἐν Ῥάγοις τῆς Μηδείας παρὰ Γαβαήλ, καὶ κόμισαί μοι τὸ ἀργύριον καὶ αὐτὸν ἄγε μοι εἰς τὸν γάμον.

διότι ὀμώμοχεν Ῥαγουὴλ μὴ ἐξελθεῖν με·

καὶ ὁ πατήρ μου ἀριθμεῖ τὰς ἡμέρας, καὶ ἐὰν χρονίσω μέγα, ὀδυνηθήσεται λίαν.

καὶ ἐπορεύθη Ῥαφαήλ, καὶ ηὐλίσθη παρὰ Γαβαήλ, καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον· ὃς δὲ προήνεγκεν τὰ θυλάκια ἐν ταῖς σφραγῖσιν καὶ ἔδωκεν αὐτῷ.

καὶ ὤρθρευσαν κοινῶς καὶ ἤλθοσαν εἰς τὸν γάμον, καὶ εὐλόγησεν Γωβείας τὴν γυναῖκα αὐτοῦ.