Tobias (Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἐλεπίσθη ἀπὸ τῶν κανθῶν τῶν ὀφθαλμῶν αὐτοῦ τὰ λευκώματα. καὶ ἰδὼν τὸν υἱὸν αὐτοῦ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ,

καὶ ἔκλαυσεν καὶ εἶπεν Εὐλογητὸς εἶ ὁ θεός, καὶ εὐλογητὸν τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας, καὶ εὐλογημένοι πάντες οἱ ἅγιοι ἄγγελοί σου,

ὅτι ἐμαστίγωσας καὶ ἠλέησάς με· ἰδοὺ βλέπω Γωβείαν τὸν υἱόν μου. (18)καὶ εἰσῆλθεν ὁ υἱὸς αὐτοῦ χαίρων, (19)καὶ ἀπήγγειλεν τῷ πατρὶ αὐτοῦ τὰ μεγαλεῖα τὰ γενόμενα αὐτῷ ἐν τῇ Μηδείᾳ.

Καὶ ἐξῆλθεν Γωβείας εἰς συνόντησιν [*](7 οφθαλμους] seq ras 1 lit in A 8 συ] + ουν A | ενχρισον A | απο- A | βαλει A 9 επεπεσεν] επεσεν A | ιδον A 11 προσεπασεν] α sup ras Aᵃ | επι] εις A 12 διετριψεν A 13 επεπεσεν] επεσεν A 14 σου αγγελοι Β?A 15 Μηδεια A 16 Τωβειας] Τωβειτ Bᵃᵇ Τωβιτ Avid)

840
[*](B) τῇ νύμφη αὐτοῦ, χαίρων καὶ εὐλογῶν τὸν θεόν, πρὸς τῆ πύλῃ Νινευή. καὶ ἐθαύμαζον οἱ θεωροῦντες αὐτὸν πορευόμενον, ὅτι ἔβλεψεν·

καὶ Τωβεὶτ ἐξαωμολογεῖτο ἐνώπιον αὐτοῦ ὅτι ἡλέηκεν αὐτοὺς ὁ θεός. καὶ ὡς ἤγγσεν Τωβεὶτ Σάρρᾳ τῇ νύμφῃ αὐτοῦ, κατευλόγησεν αὐτὴν λέγων Ἔλθοις ὑγιαίνουσα, θύγατερ· εὐλογητὸς ὁ θεός, ὃς ἤγαγέν σε πρὸς ἡμᾶς, καὶ ὁ πατήρ σου καὶ ἡ μήτηρ σου. (20) καὶ ἐγένετο χαρὰ πᾶσι τοῖς ἐν Νινευὴ ἀδελφοῖς αὐτοῦ.

καὶ παρεγένετο Ἀχιάχαρος καὶ Νασβᾶς ὁ ἐξάδελφος αὐτοῦ,

καὶ ἤχθη ὁ γάμος Τωβεία μετʼ εὐφροσύνης ἑπτὰ ἡμέρας.

Καὶ ἐκάλεσεν Τωβεὶτ Τωβείαν τὸν υἱὸν αὐτοῦ καὶ εἶπεν αὐτῷ Ὅρα, τέκνον, μισθὸν τῷ ἀνθρώπῳ τῷ συνελθόντι σοι, καὶ προσθεῖναι αὐτῷ δεῖ

καὶ εἶπεν Πάτερ, οὐ βλάπτομαι δοὺς αὐτῷ τὸ ἥμισυ ὧν ἐνήνοχα,

ὅτι με ἀγίοχέν σοι ὑγιῆ, καὶ τὴν γυναῖκά μου ἐθεράπευσεν καὶ τὸ ἀργύριόν μου ἤνεγκεν, καὶ σέ ὁμοίως ἐθεράπευσεν.

καὶ εἶπεν ὁ πρεσβύτης Δικαιοῦται αὐτῷ.

καὶ ἐκάλεσεν τὸν ἄγγελον καὶ εἶπεν αὐτῷ Λάβε τὸ ἥμισυ πάντων ὧν [*](A) [*](16 τηπυλη] την λην A 17 Τωβειτ 1⁰] θειας B* βιας Bb | εξομ. A | αυτου 1⁰] των A | αυτους] τον A | ο π.σου U+05D0*]+ ӄ η μηρ σ.U+05D0c.a 18 Αχεικαρ U+05D0*] Αχεια- | χαρος U+05D0c.a | οι εξαδελφοι U+05D0*] ο -φος U+05D0c.a | om χαιροντες U+05D0c.b (postea restituit) XII 1 om οτε U+05D0* (hab U+05D01(vid)) 2 ειπεν] +αυτω Α 3 αγηοχε Bb)

841
ἐνηνόχατε.