Tobias (Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Μετὰ ταῦτα ἐπορεύετο καὶ Τωβείας εὐλογῶν τὸν θεὸν ὅτι εὐόδωσεν τὴν ὁδὸν αὐτοῦ, καὶ κατευλόγει Ῥαγουὴλ καὶ Ἔδναν τὴν γυναῖκα αὐτοῦ· (¹)καὶ ἐπορεύετο μέχρις οὗ ἐγγίσαι αὐτὸν εἰς Νινευή.

Καὶ εἶπεν Ῥαφαὴλ πρὸς Τωβείαν Οὐ γινώσκεις, ἀδελφέ, πῶς ἀφῆκες τὸν πατέρα σου ;

προδράμωμεν ἔμπροσθεν τῆς γυναικός σου καὶ ἑτοιμάσωμεν τὴν οἰκίαν,

λάβε δὲ παρὰ χεῖρα τὴν χολὴν τοῦ ἰχθύος. καὶ ἐπορεύθησαν, καὶ συνῆλθεν ὁ κύων ὄπισθεν αὐτῶν.

καὶ Ἅννα ἐκάθητο περιβλεπομένη εἰς τὴν ὁδὸν τὸν παῖδα αὐτῆς,

καὶ προσενόησεν αὐτὸν ἐρχόμενον· εἶπεν τῷ πατρὶ αὐτοῦ Ἰδοὺ ὁ υἱός μου ἔρχεται καὶ ὁ ἄνθρωπος ὁ πορευθεὶς μετʼ αὐτοῦ.

καὶ Ῥαφαὴλ εἶπεν Ἐπίσταμαι ἐγὼ ὅτι ἀνοίξει τοὺς [*](A) [*](12 αποκαταστησαι A | παρακαταθηκη] κατα sup ras A¹ XI 1 ευωδω- σεν Bᵃᵇ | αυτον] αυτους Βb?c? 2 αφηκας (ς absciss) A 6 ειπεν] pr και A | μου] σου A 7 εγω] + Τωβια A | οτι bis scr A | ανοιγει A)

839
ὀφθαλμοὺς ὁ πατήρ σου·

σὺ ἔγχρισον τὴν χολὴν εἰς τοὺς ὀφθαλμοὺς [*](Β) αὐτοῦ, καὶ δηχθεὶς διατρίψει καὶ ἀποβαλεῖται τὰ λευκώματα καὶ ὄψεταί σε.

Καὶ προσδραμοῦσα Ἅννα ἐπέπεσεν ἐπὶ τὸν τράχηλον τοῦ υἱοῦ αὐτῆς, καὶ εἶπεν αὐτῷ Εἶδόν σε, παιδίον, ἀπὸ τοῦ νῦν ἀποθανοῦμαι. (11)καὶ ἔκλαυσαν ἀμφότεροι.

καὶ Γωβεὶτ ἐξήρχετο πρὸς τὴν θύραν καὶ προσέκοπτεν· ὁ δὲ υἱὸς προσέδραμεν αὐτῷ,

καὶ ἐπελάβετο τοῦ πατρὸς αὐτοῦ, καὶ προσέπασεν τὴν χολὴν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ πατρὸς αὐτοῦ λέγων Θάρσει, πάτερ.

ὡς δὲ συνεδήχθησαν, διέτριψε τοὺς ὀφθαλμοὺς αὐτοῦ,