Judith

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Καὶ ἤκουσεν ῥήματα τοῦ λαοῦ τὰ πονηρὰ ἐπὶ τὸν ἄρχοντα, ὅτι ὼλιγοψύχησαν ἐπὶ τῇ σπάνει τῶν ὑδάτων· καὶ ἤκουσεν πάντας τοὺς λόγους Ἰουδεὶθ σὃς ἐλάλησεν πρὸς αὐτοὺς Ὀζείας, ὃς ὥμοσεν αὐτοῖς παραδώσειν τὴν πόλιν μετὰ ἡμέρας πέντε τοῖς Ἀσσυ- ρίοις.

καὶ ἀποστείλασα τὴν ἄβραν αὐτῆς τὴν ἐφεστῶσαν πᾶσιν τοῖς ὑπάρχουσιν αὐτῆς ἐκάλεσεν Χάβρειν καὶ Χάρμειν τοὺς πρεσβυτέρους τῆς πόλεως αὐτῆς.

καὶ ἦλθον πρὸς αὐτήν· καὶ εἶπεν πρὸς αὐτούς Ἀκούσατε δὴ μου, ἄρχοντες τῶν κατοικούντων ἐν [*](U+05D0Α) [*](1 Ελκεια] +υιου Ανανιου| υιου Γεδεων υιου Ραφαειν υιου Αχιτωβ| U+05D0 + υιου Ανανιου· υιου| Γεδεων· υιου Ραφαιν· υιου Ακιθω·) A | Ηλιου Bc | om υιου Χελκειου A | Χελκιου BᵇU+05D0 | Ελιαβ Βναβ U+05D0 | Σαλαμιηλ] Σαμαμιηλ U+05D0 Σαρισαδαι ᾳ Σαλασαδαι A | Ισραηλ] Ιηι A* Ιεηλ Aa 2 της φυλης] pr εκ U+05D0 | κριθων θερισμου A 3 τους δεσμευοντας τα δραγματα U+05D0Α | om και επεσεν επι την κλινην U+05D0* (hab U+05D0c.a) | κλινην] + αυτου U+05D0c.a A | Bαιτουλουα U+05D0 4 τεσσαρες] δ΄ U+05D0 5 αυτη] εαυτη U+05D0Α | αυτης 3 0] αυτη U+05D0 6 ενη- στευσεν U+05D0Α | προσαββατων] και σαββατων sup ras A (προσαββ. Α*) | om και σαββατων A* | προνουμηνιων] και νουμηνιων Bᵃᵇ(ᵐᵍ) (inter προ et νουμ. ins νουμηνιων κ) U+05D0 + προσαββατων Aᵃ(ᵐᵍ) | om και 4⁰ U+05D0 7 υπελιπετο U+05D0 | ο ανηρ αυτης M. U+05D0 | εμεινεν U+05D0* (εμενεν U+05D0c.a) A 9 ρηματα] pr τα Bᵃᵇ (superscr) U+05D0A | ωλιγοψυχησεν A | επι 2⁰] εν U+05D0Α | Ιουδειθ π. τους λογους A | Οζιας Bᵇ (item 28, 35) | ος] ως U+05D0Α 10 αυτης 2⁰] αυτη U+05D0* (-της U+05D0c.a) | Χαβρειμ A | Χαρμιν A 11 om εν 1° U+05D0Α)

797
Βαιτυλουά· ὅτι οὐκ εὐθὴς ὁ λόγος ὑμῶν ὃν ἐλαλήσατε ἐναντίον [*](B) τοῦ λαοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ, καὶ ἐστήσατε τὸν ὅρκον ὃν ἐλα- λήσατε ἀνὰ μέσον τοῦ θεοῦ καὶ ὑμῶν, καὶ εἶπατε ἐκδώσειν τὴν πόλιν τοῖς ἐχθροῖς ἡμῶν ἐὰν μὴ ἐν αὐταῖς ἐπιστρέψῃ ὁ κύριος βοήθειαν ὑμῖν.

καὶ νῦν τίνες ἐστὲ ὑμεῖς οἳ ἐπειράσατε τὸν θεὸν ἐν τῇ ἡμέρᾳ τῇ σήμερον, καὶ ἵστατε ὑπέρ τοῦ θεοῦ ἐν μέσῳ υἱῶν ἀνθρώπων;

καὶ νῦν Κύριον Παντοκράτορα ἐξετάζετε, καὶ οὐθὲν ἐπιγνώσεσθε ἕως τοῦ αἰώνος·

ὅτι βάθος καρδίας ἀνθρώπου οὐχ εὑρήσετε, καὶ λόγους τῆς διανοίας αὐτοῦ οὐ διαλήμψεσθε· καὶ πῶς τὸν θεὸν ὃς ἐποίησεν τὰ πάντα ταῦτα ἐρευνήσετε, καὶ τὸν νοῦν αὐτοῦ ἐπιγνώσεσθε, καὶ τὸν λογισμὸν αὐτοῦ κατανοήσετε; μηδαμῶς, ἀδελφοί, μὴ παροργίζετε Κύριον θεὸν ἡμῶν.

ὅτι ἐὰν μὴ βούληται ἐν ταῖς πέντε ἡμέραις βοηθῆσαι ἡμῖν, αὐτὸς ἔχει τὴν ἐξουσίαν ἐν αἷς θέλει σκεπάσαι ἡμέραις, ἢ καὶ ὀλεθρεῦσαι ἡμᾶς πρὸ προσώπου τῶν ἐχθρῶν ἡμῶν.

ὑμεῖς δὲ μὴ ἐνεχυράζετε τὰς βουλὰς Κυρίου τοῦ θεοῦ ἡμῶν, ὅτι οὐχ ὡς ἄνθρωπος ὁ θεὸς ἀπειληθῆναι οὐδʼ ὡς υἱὸς ἀνθρώπου διαιτηθῆναι.

διόπερ ἀναμένοντες τὴν παρʼ αὐτοῦ σωτηρίαν ἐπικαλεσώμεθα αὐτὸν εἰς βοήθειαν ἡμῶν, καὶ εἰσακούσεται τῆς φωνῆς ἡμῶν, ἐὰν ἦν αὐτῷ ἀρεστόν.

ὅτι οὐκ ἀνέστη ἐν ταῖς γενεαῖς ἡμῶν οὐδὲ ἔστιν ἐν τῇ ἡμέρᾳ τῇ σήμερον οὔτε φυλὴ οὔτε πατριὰ οὕτε δῆμος οὕτε πόλις ἐξ ἡμῶν οἳ προσκυνοῦσι θεοῖς χειροποιήτοις, καθάπερ ἐγένετο ἐν ταῖς πρότερον ἡμέραις·

ὦν χάριν ἐδόθησαν εἰς ῥομφαίαν καὶ εἰς διαρπαγὴν οἱ πατέρες ἡμῶν, καὶ ἔπεσον πτῶμα μέγα ἐνώπιον τῶν ἐχθρῶν ἡμῶν.

ἡμεῖς δὲ ἕτερον θεὸν οὐκ ἐπέγνωμεν πλὴν αὐτοῦ· ὅθεν ἐλπίζομεν ὅτι οὐχ ὑπερόψεται ἡμᾶς οὐδʼ ἀπὸ τοῦ γένους ἡμῶν.

ὅτι ἐν τῷ λημφθῆναι ἡμᾶς οὕτως καθήσεται πᾶσα ἡ Ἰουδαία, καὶ προνομευθήσεται τὰ ἅγια ἡμῶν, καὶ ζητήσει τὴν βεβήλωσιν αὐτῶν [*](11 ελαλησατε 1⁰] τ sup ras Aᵃ? | τον ορκον] + τουτον A | ανα μεσον sup ras U+05D0Α U+05D0¹ | επιστρεψει A | ο κυριος] om ο A | βοηθειαν Bᵃᵇ (βοηθιαν B*)] βοηθειν U+05D0 βοηθησαι A 12 ιστατε (ισταται B)] ιστασθε U+05D0c.a 14 λό- γους] υς sup ras Aᵃ? | διαλημφεσθε] καταλημψ. U+05D0 | τα πανια] om τα U+05D0Α | ερευνησετε] εραυνατε U+05D0 ερευνησατε A | κατανοησετε A* ᵛⁱᵈ (.σατε Aᵃ) | θεον 2⁰] pr τον U+05D0Α 15 σκεπασοι] και πασαις A | ολοθρ. Bᵇ 16 υμεις] ημεις A | ουδ] ουδε A 17 αναμενοντες] ε 2⁰ inst U+05D0c.a | επικαλεσομεθα A | βοηθιαν A | ην] η U+05D0A 18 ουτε πολις ουτε δημος U+05D0 19 επεσαν U+05D0 20 επεγννμεν] εγνωμεν U+05D0Α | ουδ] ουδε U+05D0 ουτε A | του γενους] του (το U+05D0c.a ᵛⁱᵈ) εθνους U+05D0 21 ζητησει] εκζητησει U+05D0Α +κς U+05D0)

798
[*](B) ἐκ τοῦ αἵματος ἡμῶν,

καὶ τὸν φόνον τῶν ἀδελφῶν ἡμῶν καὶ τὴν αἰχμαλωσίαν τῆς γῆς καὶ τὴν ἐρήμωσιν τῆς κληρονομίας ἡμῶν ἐπιστρέψει εἰς κεφαλὴν ἡμῶν ἐν τοῖς ἔθνεσιν οὖ ἐὰν δουλεύσωμεν ἐκεῖ, καὶ ἐσόμεθα εἰς πρόσκομμα καὶ εἰς ὄνειδος ἐναντίον τῶν κτωμένων ἡμᾶς.