Judith

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

κρεῖσσον γὰρ ἡμῖν γενηθῆναι αὐτοῖς εἰς διαρπαγήν· ἐσόμεθα γὰρ εἰς δούλους καὶ ζήσεται ἡ ψυχὴ ἡμῶν, καὶ οὐκ ὀψόμεθα τὸν θάνατον τῶν νηπίων ἡμῶν ἐν ὀφθαλμοῖς ἡμῶν καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα ἡμῶν ἐκλειπούσας τὰς ψυχὰς αὐτῶν.

μαρτυρόμεθα ὑμῖν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὸν θεὸν ἡμῶν καὶ κύριον τῶν πατέρων ἡμῶν, ὃς ἐκδικεῖ ἡμᾶς κατὰ τὰς ἁμαρτίας ἡμῶν καὶ κατὰ τὰ ἁμαρτήματα τῶν πατέρων ἡμῶν, ἵνα μὴ ποιήσῃ κατὰ τὰ ῥήματα ταῦτα ἐν τῇ ἡμέρᾳ τῇ σήμερον.

καὶ ἐγένετο κλαυθμὸς μέγας ἐν μέσῳ τῆς ἐκκλησίας πάντων ὁμοθυμαδόν, καὶ ἐβόησαν πρὸς Κύριον τὸν θεὸν φωνῇ μεγάλῃ.

καὶ εἶπεν πρὸς αὐτοὺς Ὀζείας Θαρσεῖτε, ἀδελφοί, διακαρτερήσωμεν ἔτι πέντε ἡμέρας ἐν αἷς ἐπιστρέψει Κύριος ὁ θεὸς ἡμῶν τὸ ἔλεος αὐτοῦ ἐφʼ ἡμᾶς, οὐ γὰρ ἔγκαταλείψει ἡμᾶς εἰς τέλος·

ἐὸν δὲ διέλθωσιν αὗται καὶ μὴ ἔλθῃ ἐφʼ ἡμᾶς βοήθεια, ποιήσω κατὰ τὰ ῥήματα ὑμῶν.

καὶ ἐσκόρπισεν τὸν λαὸν εἰς τὴν ἑαυτοῦ παρεμβολήν, καὶ ἐπὶ τὰ τείχη καὶ τοὺς πύργους τῆς πόλεως αὐτῶν ἀπῆλθον, καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα εἰς τοὺς οἴκους αὐτῶν ἀπέστειλεν· καὶ ἦσαν ἐν ταπεινώσει πολλῇ ἐν τῇ πόλει.

Καὶ ἤκουσεν ἐν ἐκείναις ταῖς ἡμέραις Ἰουδεὶθ θυγάτηρ Μεραρεὶ [*](22 πυλων] οδων U+05D0 23 Οζιαν BᵇA | τους αρκ.] pr επι U+05D0 | om και 5° U+05D0Α U+05D0 | ανεβοησαν] εβοησαν A | των πρεσβ.] pr παντων U+05D0Α 24 ημων και υμων A 25 ο βοηθος] ο βοηθων βοηθος A | ημων] ημιν U+05D0 | απωλεια BᵃᵇA 26 Ολοφερνους U+05D0 27 ημιν] ημας U+05D0Α | ημων 1⁰] υμων U+05D0* (ημ. U+05D0a.t ᵇᵛⁱᵈ) ουχ οψ. A | om εν οφθαλμοις ημων A | εκλιπουσας U+05D0 28 μαρτυρομεθα] διαμαρτ. U+05D0 | ος] ως U+05D0 | om μη U+05D0 29 τον θεον] om τον A 30 αυτους] υς sup ras Aᵃ | Οζιας Bᵇ | ετι] επι A | ημ. πεντε U+05D0 | επιστρεφει A | ενκατα- λιψει A 31 om δε A 32 παρεμβολην] pr πολιν A | τους πυργους] pr επι A | bis scr οικους A* ᵛⁱᵈ (ras 1⁰ A?) | αυτων 2⁰] εαυτων U+05D0 | απεστειλαν U+05D0c.aA VIII 1 ταις ημ. εκειναις U+05D0)

796
[*](B) υἱοῦ *Ωξ υἱοῦ Ἰωσὴφ υἱοῦ Ὀζειὴλ υἱοῦ Ἐλκειὰ υἱοῦ Ἠλειοὺ υἱοῦ Χελκείου υἱοῦ Ἐλιὰβ υἱοῦ Ναθαναὴλ υἱοῦ Σαλαμιὴλ υἱοῦ Σαρασαδαὶ υἱοῦ Ἰσραήλ.

καὶ ὁ ἀνὴρ αὐτῆς Μανασσῆς τῆς φυλῆς αὐτῆς καὶ τῆς πατριᾶς αὐτῆς· καὶ ἀπέθανεν ἐν ἡμέραις θερισμοῦ κριθῶν.

ἐπέστη γὰρ ἐπὶ τοῦ δεσμεύοντος τὸ δράγμα ἐν τῷ πεδίῳ, καὶ ὁ καύσων ἦλθεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ ἔπεσεν ἐπὶ τὴν κλίνην καὶ ἐτελεύτησεν ἐν Βαιτυλουα τῇ πόλει αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν, πατέρων αὐτοῦ ἐν τῷ ἀγρῷ τῷ ἀνὰ μέσον Δωθάειμ καὶ Βαλαμών.

καὶ ἣν Ἰουδεὶθ ἐν τῷ οἵκῳ αὐτῆς χηρεύουσα ἔτη τρία καὶ μῆνας τέσσαρες.

καὶ ἐποίησεν αὐτῇ σκηνὴν ἐπὶ τοῦ δώματος τοῦ οἴκου αὐτῆς, (6) καὶ ἐπέθηκεν ἐπὶ τὴν ὀσφὺν αὐτῆς σάκκον, καὶ ἦν ἐπʼ αὐτῆς τὰ ἱμάτια τῆς χηρεύσεαως αὐτῆς.

καὶ ἐνήστευε πάσας τὰς ἡμέρας τῆς χηρεύσεως αὐτῆς χωρὶς προσαββάτων καὶ σαββάτων καὶ προνουμηνιῶν καὶ ἑορτῶν καὶ χαρμοσυνῶν οἴκου Ἰσραήλ.

καὶ ἦν καλὴ τῷ εἴδει καὶ ὡραία τῇ ὄψει σφόδρα· καὶ ὑπελείπετο αὐτῇ Μανασσῆς ὁ ἀνὴρ αὐτῆς χρυσίον καὶ ἀργύριον καὶ παῖδας καὶ παιδίσκας καὶ κτήνη καὶ ἀγρούς, καὶ ἔμενεν ἐπʼ αὐτῶν.

καὶ οὐκ ἦν ὃς ἐπήνεγκεν αὐτῇ ῥῆμα πονηρόν, ὅτι ἐφοβεῖτο τὸν θεὸν σφόδρα.