Judith

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Ἀκουσάτω δὴ λόγον ὁ δεσπότης ἡμῶν, ἵνα μὴ γένηται θραῦσμα ἐν τῇ δυνάμει σου.

ὁ γὰρ λαὸς οὗτος τῶν υἱῶν Ἰσραὴλ οὐ πέποιθαν ἐπὶ τοῖς δόρασιν αὐτῶν ἀλλʼ ἐπὶ τοῖς ὕψεσι τῶν ὀρέων αὐτῶν, ἐν οἷς αὐτοὶ ἐνοικοῦσιν ἐν αὐτοῖς· οὐ γὰρ ἔστιν εὐχερὲς προσβῆναι ταῖς κορυφαῖς τῶν ὀρέων αὐτῶν.

καὶ νῦν, δέσποτα, μὴ πολέμει πρὸς αὐτοὺς καθὼς γίνεται πόλεμος παρατάξεως, καὶ οὐ πεσεῖται ἐκ τοῦ λαοῦ σου ἀνὴρ εἷς.

ἀνάμεινον ἐπὶ τῆς παρεμβολῆς σου, διαφυλάσσων πάντα ἄνδρα ἐκ τῆς δυνάμεώς σου, καὶ ἐπικρατησάτωσαν οἱ παῖδές σου τῆς πηγῆς τοῦ ὕδατος ἣ ἐκπορεύεται ἐκ τῆς ῥίζης τοῦ ὄρους,

διότι ἐκεῖθεν ὑδρεύονται πάντες οἱ κατοικοῦντες Βαιτυλουά, καὶ ἀνελεῖ αὐτοὺς ἡ δίψα, καὶ ἐκδώσουσι τὴν πόλιν αὐτῶν· καὶ ἡμεῖς καὶ ὁ λαὸς ἡμῶν ἀναβησόμεθα ἐπὶ τὰς πλησίον κορυφὰς τῶν ὀρέων, [*](3 Βετυλουα (1⁰) A | om επι 1⁰ U+05D0 | Βελβαιμ] Αβελβαιμ U+05D0 | εως 2⁰] απο U+05D0Α U+05D0Α | Εσδρηλωμ A 4 ειδον U+05D0Α | om ουτων 1⁰ A | ειπον U+05D0 ειπεν A | αυτου] αυτων U+05D0 | πασης της γης A 5 ουτων 1⁰] αυτου U+05D0* (.τῶν U+05D0c.a) | om και ανακαυσαντες....αυτων (20) U+05D0* (hab U+05D0c.a) | om oλην U+05D0* (hab U+05D0c.a) | om εκεινην U+05D0 6 των υιων] om των U+05D0 | om οι ησαν εν Βετυλουα U+05D0* (hab οι ησαν εκ | Βαιτουλουα U+05D0c.a) οι ησαν εκ Βαιτυλουα A 7 υδατων] + ουτων A | παρεμ- βολας ανδρων πολεμιστων] ανδρας πολεμιστας U+05D0 8 της παραλιας] om της U+05D0 10 υψεσι] οψεσι A | om ουτων 2⁰ U+05D0Α | αυτοι] seq ras 1 lit (ς ut vid) in A | ενοικουσιν] κατοικουσιν A 11 προς αυτους] μετ ουτων U+05D0 | ανηρ] pr ως U+05D0c.a 13 διοτι] οτι U+05D0 | κατοικουντες] ενοικουντες U+05D0 | εκδωσουσιν U+05D0Α)

794
[*](B) καὶ παρεμβαλοῦμεν ἐπʼ αὐταῖς εἰς προφυλακὴν τοῦ μὴ ἐξελθεῖν ἐκ τῆς πόλεως ἄνδρα ἕνα.

καὶ τακήσονται ἐν τῷ λιμῷ αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν, καὶ πρὶν ἐλθεῖν τὴν ῥομφαίαν ἐπʼ αὐτοὺς καταστρωθήσονται ἐν ταῖς πλατείαις τῆς οἰκήσεως αὐτῶν·

καὶ ἀνταποδώσεις αὐτοῖς ἀνταπόδομα πονηρὸν ἀνθʼ ὧν ἐστασίασαν καὶ οὐκ ἀπήντησαν τῷ προκώπῳ σου ἐν εἰρήνῃ.

Καὶ ἤρεσαν οἱ λόγοι αὐτῶν ἐνώπιον Ὀλοφέρνου καὶ ἐνώπιον πάντων τῶν θεραπόνταων αὐτοῦ, καὶ συνέταξε ποιεῖν καθὰ ἐλάλησαν.

καὶ ἀπῆρεν παρεμβολὴ υἱῶν Ἄμμών, καὶ μετʼ αὐτῶν χιλιάδες πέντε υἱῶν Ἀσσούρ, καὶ παρενέβαλον ἐν τῷ αὐλῶνι καὶ προκατελάβοντο τὰ ὕδατα καὶ τὰς πηγὰς τῶν ὑδάτων τῶν υἱῶν Ἰσραήλ.

καὶ ἀνέβησαν οἱ υἱοὶ Ησαὺ καἱ οἱ υἱοὶ Ἀμμών, καὶ παρενέβαλον ἐν τῇ ὀρινῃ ἀπέναντι Δωθάειμ, καὶ ἀπέστειλαν ἐξ αὐτῶν πρὸς νότον καὶ ἀπηλιώτην ἀπέναντι Ἐγρεβὴλ ἥ ἐστιν πλησίον Χοὺς ἥ ἐστιν ἐπὶ τοῦ χειμάρρου Μοχμούρ· καὶ ἡ λοιπὴ στρατεία τῶν Ἀσσυρίων παρενέβαλον ἐν τῷ πεδίῳ καὶ ἐκάλυψαν πᾶν τὸ πρόσωπον τῆς γῆς, καὶ αἱ σκηναὶ καὶ αἱ ἀπαρτίαι αὐτῶν κατεστρατοπέδευσαν ἐν ὄχλῳ πολλῷ καὶ ἦσαν εἰς πλῆθος πολὺ σφόδρα.

καὶ οἱ υἱοὶ Ἰσραὴλ ἀνεβόησαν πρὸς Κύριον θεὸν αὐτῶν, ὅτι ὠλιγοψύχησεν τὸ πνεῦμα οὐτῶν, ὅτι ἐκύκλωσαν πάντες οἱ ἐχθροὶ αὐτῶν καὶ οὐκ ἦν διαφυγεῖν ἐκ μέσου αὐτῶν.

καὶ ἔμεινεν κύκλῳ αὐτῶν πᾶσα παρεμβολὴ Ἀσσούρ, οἱ πεζυὶ καὶ ἄρματα καὶ οἱ ἱππεῖς αὐτῶν, ἡμέρας τριάκοντα τέσσαρες· καὶ ἐξέλειπεν πάντας τοὺς κατοικοῦντας Βαιτυλουὰ πάντα τὰ ἀγγεῖα αὐτῶν τῶν ὑδάτων,