Judith

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ οἱ λάκκοι ἐξεκενοῦντο, καὶ οὐκ εἶχον πεῖν εἰς πλησμονὴν ὕδωρ ἡμέραν μίαν, ὅτι ἐν μέτρῳ ἐδίδοσαν αὐτοῖς πεῖν.

καὶ ἠθύμησεν τὰ νήπια αὐτῶν, καὶ αἱ γυναῖκες καὶ οἱ νεανίσκοι ἐξέλιπον ἀπὸ τῆς δίψης, καὶ ἔπιπτον ἐν ταῖς πλατείαις τῆς πόλεως καὶ ἐν ταῖς διόδοις [*](U+05D0Α) [*](13 αυταις] αυτας U+05D0 | προφυλακην] pr την 14 πλατιαις A 15 ουκ απηντησαν] ουχ υπηντ. A 16 ουτων] αυτου A | Ολοφερνους U+05D0 | συνεταξεν U+05D0Α 17 απηραν παρεμβολην A | προκατελαβον U+05D0 18 ορεινη BᵃᵇU+05D0 | Επρεβηλ A | Χουσει A | Μοχμουρ] Μουχμουρ U+05D0* Μοκμουρ X c.a vid om A | στρατια U+05D0Α | εκαλυψαν] επε)καλυψαν U+05D0 εκαλυφεν A | om παν U+05D0 | απαρ- τειαι Β*U+05D0 19 θεον] pr τον U+05D0 | εκυκλωσαν] + αυτους A 20 εμεινεν] εμενον A | αρματα] pr τα A | τριακοντα τεσσαρες] τρ. τεσσαρας BᵇA λδ΄ U+05D0 (prius ut vid δδ΄ per incur) | εξελιπε Bᵇᵛⁱᵈ εξελιπεν U+05D0* εξελιπαν U+05D0c.a εξελει- παν A | παντας τους κατοικουντας] των κατοικουντων U+05D0c.a | Bαιτουλουα U+05D0 | αγγια U+05D0A 21 πειν B* bis (πιειν Bᵃ?ᵇU+05D0Α [πειειν 1⁰]) 22 ηθυμησαν U+05D0c.a | εξελειπον A)

795
τῶν πυλῶν, καὶ οὐκ ἦν κραταίωσις ἔτι ἐν αὐτοῖς.

Καὶ [*](B) ἐπισυνήχθησαν πᾶς ὁ λαὸς ἐπὶ Ὀζείαν καὶ τοὺς ἄρχοντας τῆς πόλεαως, οἱ νεανίσκοι καὶ αἱ γυναῖκες καὶ τὰ παιδία, καὶ ἀνεβόησαν φαωνῇ μεγάλῃ καὶ εἶπαν ἐναντίον τῶν πρεσβυτέρων

Κρίναι ὁ θεὸς ἀνὰ μέσον ὑμῶν καὶ ἡμών, ὅτι ἐποιήσατε ἐν ἡμῖν ἀδικίαν μεγάλην οὐ λαλήσαντες εἰρηνικὰ μετὰ υἱῶν Ἀσσούρ.

καὶ νῦν οὐκ ἔστιν ὁ βοηθὸς ἡμῶν, ἀλλὰ πέπρακεν ἡμᾶς ὁ θεὸς εἰς τὰς χεῖρας αὐτῶν τοῦ καταστρωθῆναι ἐυαντίον αὐτῶν ἐν δίψῃ καὶ ἀπωλίᾳ μεγάλῃ.

καὶ νῦν ἐπικαλέσασθε αὐτοὺς καὶ ἔκδοσθε τὴν πόλιν πᾶσαν εἰς προνομὴν τῷ λαῷ Ὀλοφέρνου καὶ πάσῃ τῇ δυνάμει αὐτοῦ.

κρεῖσσον γὰρ ἡμῖν γενηθῆναι αὐτοῖς εἰς διαρπαγήν· ἐσόμεθα γὰρ εἰς δούλους καὶ ζήσεται ἡ ψυχὴ ἡμῶν, καὶ οὐκ ὀψόμεθα τὸν θάνατον τῶν νηπίων ἡμῶν ἐν ὀφθαλμοῖς ἡμῶν καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα ἡμῶν ἐκλειπούσας τὰς ψυχὰς αὐτῶν.

μαρτυρόμεθα ὑμῖν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὸν θεὸν ἡμῶν καὶ κύριον τῶν πατέρων ἡμῶν, ὃς ἐκδικεῖ ἡμᾶς κατὰ τὰς ἁμαρτίας ἡμῶν καὶ κατὰ τὰ ἁμαρτήματα τῶν πατέρων ἡμῶν, ἵνα μὴ ποιήσῃ κατὰ τὰ ῥήματα ταῦτα ἐν τῇ ἡμέρᾳ τῇ σήμερον.

καὶ ἐγένετο κλαυθμὸς μέγας ἐν μέσῳ τῆς ἐκκλησίας πάντων ὁμοθυμαδόν, καὶ ἐβόησαν πρὸς Κύριον τὸν θεὸν φωνῇ μεγάλῃ.

καὶ εἶπεν πρὸς αὐτοὺς Ὀζείας Θαρσεῖτε, ἀδελφοί, διακαρτερήσωμεν ἔτι πέντε ἡμέρας ἐν αἷς ἐπιστρέψει Κύριος ὁ θεὸς ἡμῶν τὸ ἔλεος αὐτοῦ ἐφʼ ἡμᾶς, οὐ γὰρ ἔγκαταλείψει ἡμᾶς εἰς τέλος·

ἐὸν δὲ διέλθωσιν αὗται καὶ μὴ ἔλθῃ ἐφʼ ἡμᾶς βοήθεια, ποιήσω κατὰ τὰ ῥήματα ὑμῶν.

καὶ ἐσκόρπισεν τὸν λαὸν εἰς τὴν ἑαυτοῦ παρεμβολήν, καὶ ἐπὶ τὰ τείχη καὶ τοὺς πύργους τῆς πόλεως αὐτῶν ἀπῆλθον, καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα εἰς τοὺς οἴκους αὐτῶν ἀπέστειλεν· καὶ ἦσαν ἐν ταπεινώσει πολλῇ ἐν τῇ πόλει.