Judith

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν (9b) καὶ τὰ νήπια αὐτῶν καὶ τὰ κτήνη αὐτῶν· καὶ πᾶς πάροικος ἢ μισθωτὸ καὶ ἀργυρώνητος αὐτῶν ἐπέθεντο σάκκους ἐπὶ τὰς ὀσφύας αὐτῶν.

καὶ πᾶς ἀνήρ Ἰσραὴλ καὶ γυνὴ καὶ παιδία, οἱ κατοικοῦντες ἐν Ἰερουσαλήμ, ἔπεσον κατὰ πρόσωπον τοῦ ναοῦ, καὶ ἐσποδώσαντο τὰς κεφαλὰς αὐτῶν, καὶ ἐξέτειναν τοὺς σάκκους αὐτῶν κατὰ πρόσωπον Κυρίου,

καὶ τὸ θυσιαστήριον σάκκῳ περιέβαλλον· (10b)καὶ ἐβόησαν πρὸς τὸν θεὸν Ἰσραὴλ ὁμοθυμαδὸν ἐκτενῶς, τοῦ μὴ δοῦναι εἰς διαρπαγὴν τὰ νήπια αὐτῶν καὶ τὰς γυναῖκας εἰς προνομὴν καὶ τὰς πόλεις τῆς κληρονομίας αὐτῶν [*](4 Βαιλμαιν] Αβελμαιν U+05D0 Bελμ. A | Ιεριχω Bᵇ (“ut alias”) Ειεριχω A | U+05D0A Χωβα] Χαβα U+05D0 | Αισωρα] Αρα|σουσια U+05D0* Αισωρα (vel potius Αισωραα) U+05D0c.a 5 ετειχισαντο Bᵃᵇ (ετιχ. B*)] ετιχισαν U+05D0 ετειχεισαν A 6 εγραψεν] ηκουσεν U+05D0* (εγρ. U+05D0 c.a | ος ην εν ταις ημεραις εν] εν ταις ημεραις U+05D0* ος ην εν ταις ημ. εκειναις U+05D0a.c | κατοικουσῑ| U+05D0 | Bαιτουλουα] Βαιτουλια U+05D0 Βετυλουα A | om και Bαιτομαισθαιμ... Εσρηλων U+05D0 | Bετομεσθαιμ A | Εσρηλων] Εσε. ρηχω| A | om του πεδιου του πλησιον U+05D0 7 η εισοδος] οδος U+05D0 | αυτους προσβαινοντας] τους προβ. U+05D0 | της προσβασεως] αναβασεως U+05D0* διαβασεως U+05D0c.a της διαβ. A | om τους παντας U+05D0 8 om Ιωακειμ U+05D0 | δημου] λαον A 9 ανεβοησαν] εβοησαν U+05D0 | εκτενια (1⁰) U+05D0 | εταπινωσαν U+05D0 | ουτων] +νηστια μεγαλη U+05D0c.a | om εν εκτενεια μεγαλη (2°) U+05D0 10 η] και U+05D0Α | om ουτων 4⁰ U+05D0 | επεθεντο] pr και U+05D0 11 παιδια] pr τα U+05D0A | om οι κατοικουντες εν Ιεο. U+05D0* (hab U+05D0c.a) pr και A | επεσον] επεσαν U+05D0 επεθεντο A 11—12 κυ και sup ras Ba?b 12 θυσιαστηριον] θυσιαστ sup ras Bᵃᵇ | περιεβαλον Bac U+05D0A | εβοησαν] ανεβοησαν U+05D0 | om εκτενως U+05D0 | γυναικας] + ουτων U+05D0 | om αυτων 2° U+05D0* (hab Bc.a))

788
[*](B) εἰς ἀφανισμὸν καὶ τὰ ἅγια εἰς βεβήλωσιν καὶ ὀνειδισμόν, ἐπίχαρμα τοῖς ἔθνεσιν.

καὶ εὰτήκουσεν Κύριος τῆς φωνῆς αὐτῶν καὶ ἐσεῖδεν τὴν θλίψιν αὐτῶν· καὶ ἣν ὁ λαὸς νηστεύων ἡμέρας πλείους ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Ἰερουσαλὴμ κατὰ πρόσωπον τῶν ἁγίων Κυρίου Παντοκράτορος.

καὶ Ἰωακεὶμ ὁ ἱερεὺς ὁ μέγας καὶ πάντες οἵ παρεστηκότες ἐνώπιον Κυρίου, ἱερεῖς καὶ οἱ λειτουργοῦντες Κυρίῳ, σάκκους περιεζωσμένοι τὰς ὀσφύας αὐτῶν προσέφερον τὴν ὁλοκαύτωσιν τοῦ ἐνδελεχισμοῦ καὶ τὰς. εὐχὰς καὶ τὰ ἑκούσια δόματα τοῦ λαοῦ,

καὶ ἦν σποδὸς ἐπὶ τὰς κιδάρεις αὐτῶν· καὶ ἐβόων πρὸς Κύριον ἐκ πάσης δυνάμεως, εἰς ἀγαθὸν ἐπισκέψασθαι πᾶν οἶκον Ἰσραήλ.

Καὶ ἀνηγγέλη Ὀλοφέρνῃ ἀρχιστρατήγῳ δυνάμεως Ἀσσοὺρ διότι οἱ υἱοὶ Ἰσραὴλ παρεσκευάσαντο εἰς πόλεμον, καὶ τὰς διόδους τῆς ὐρινῆς συνέκλεισαν καὶ ἐτείχισαν πᾶσαν κορυφὴν ὄρους ὑψηλοῦ, καὶ ἔθηκαν ἐν τοῖς πεδίοις σκάνδαλα.

καὶ ὠργίσθη θυμῷ σφόδρα, καὶ ἐκάλεσεν πάντας τοὺς ἄρχοντας Μαωὰβ καὶ τοὺς στρατηγοὺς Ἀμμὼν καὶ πάντας σατράπας τῆς παραλίας,

καὶ εἶπεν αὐτοῖς Ἀναγγείλατε δή μοι, υἱοὶ Χανάαν, τίς ὁ λαὸς οὗτος ὁ καθήμενος ἐν τῇ ὀρίνῆ, καὶ τίνες ἃς κατοικοῦσιν πόλεις, καὶ τὸ πλῆθος τῆς δυνάμεως αὐτῶν, καὶ ἐν τίνι τὸ κράτος αὐτῶν καὶ ἡ ἰσχὺς αὐτῶν, καὶ τίς ἀνέστηκεν ἐπʼ αὐτῶν βασιλεὺς ἡγούμενος στρατιᾶς αὐτῶν,