Judith

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ¹¹τότε ἠλάλαξαν οἱ ταπεινοί μου,
  • καὶ ἐφοβήθησαν οἱ ἀσθενοῦντές μου καὶ ἐπτοήθησαν·
  • ὕψωσαν τὴν φωνὴν αὐτῶν καὶ ἀνετράπησαν.
  • 12υἱοὶ κορασίων κατεκέντησαν αὐτούς,
  • καὶ ὡς παῖδας αὐτομολούντων ἐτίτρωσκον·
  • ἀπώλοντο ἐκ παρατάξεως κυρίου μου.
  • ¹³ὑμνήσω τῷ θεῷ μου ὕμνον καινόν.
  • (16)Κύριε. μέγας εἶ καὶ ἔνδοξος.
  • θαυμαστὸς ἐν ἰσχύι, ἀνυπέρβλητος.
  • ¹4σοὶ δουλευσάτω πᾶσα ἡ κτίσις σου·
  • ὅτι εἶπας, καὶ ἐγενήθησαν·
  • ἀπέστειλας τὸ πνεῦμά σου,
  • καὶ ᾠκοδόμησεν· καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεται τῇ φωνῇ
  • σου.
  • ¹5ὄρη γὰρ ἐκ θεμελίων σὺν ὕδασιν σαλευθήσεται,
  • πέτραι δʼ ἀπὸ προσώπου σου ὡς κηρὸς τακήσονται·
  • (19)ἔτι δὲ τοῖς φοβουμένοις σε,
  • σὺ εὐιλατεύεις αὐτοῖς.