Judith

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Καὶ ἐκάλεσαν τὸν Ἀχιὼρ ἐκ τοῦ οἴκου Ὀζεἰα· (29)ὡς δὲ ἦλθεν καὶ ἴδεν τὴν κεφαλὴν Ὀλοφέρνου ἐν χειρὶ ἀνδρὸς ἑνὸς ἐν τῇ ἐκκλησίᾳ τοῦ λαοῦ, ἔπεσεν ἐπὶ πρόσωπον, καὶ ἐξελύθη τὸ πνεῦμα αὐτοῦ.

ὡς δὲ ἀνέλαβον αὐτόν, προσέπεσεν τοῖς ποσὶν Ἰουδεὶθ καὶ προσεκύνησεν τῷ προσώπῳ αὐτῆς καὶ εἶπεν (³¹)Εὐλογημένη σὺ ἐν παντὶ σκηνώματι Ἰούδα καὶ ἐν παντὶ ἔθνει, οἵτινες ἀκούσαντες τὸ ὄνομά σου ταραχθήσονται.

καὶ νῦν ἀνάγγειλόν μοι ὅσα ἐποίησας ἐν ταῖς ἡμέραις ταύταις. καὶ ἀπήγγειλεν αὐτῷ Ἰουδεὶθ ἐν μέσῳ τοῦ λαοῦ πάντα ὅσα ἦν πεποιηκυῖα, ἀφʼ ἧς ἡμέρας ἐξῆλθεν ἕως ο ἐλάλει αὐτοῖς.

ὡς δὲ ἐπαύσατο λαλοῦσα, ἠλάλαξεν ὁ λαὸς φωνῇ μεγάλῃ καὶ ἔδωκεν φωνὴν εὐφρόσυνον ἐν τῇ πόλει αὐτῶν.

δῦ δὲ Ἀχιὼρ πάντα ὅσα ἐποίησεν ὁ θεὸς τοῦ Ἰσραήλ, ἐπίστευσεν τῷ θεῷ σφόδρα, καὶ περιετέμετο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ, καὶ προσετέθη πρὸς τὸν οἶκον Ἰσραὴλ ἕως τῆς ἡμέρας ταύτης.

Ἡνίκα δὲ ὁ ὄρθρος ἀνέβη, καὶ ἐκρέμασαν τὴν κεφαλὴν Ὀλοφέρνου ἐκ τοῦ τείχους, καὶ ἀνέλαβεν πᾶς ἀνὴρ Ἰσραὴλ τὰ ὅπλα αὐτοῦ καὶ ἐξήλθοσαν κατὰ σπείρας ἐπὶ τὰς ἀναβάσεις.

οἱ δὲ υἱοὶ Ἀσσοὺρ ὡς ἴδον αὐτούς, διέπεμψαν ἐπὶ τοὺς ἡγουμένους αὐτῶν· οἵ δὲ ἦλθον ἐπὶ τοὺς στρατηγοὺς καὶ χιλιάρχους καὶ ἐπὶ πάντα ἄρχοντα αὐτῶν.

καὶ [*](2 αρχηγον εις αυτους] αυτους| αρχην U+05D0* εις αυτ. αρχην U+05D01 εις αυτ. U+05D0Α αρχηγον U+05D0c.a 3 ουτοι] αυτοι U+05D0 | τας παρεμβολας A | εγερουσι BU+05D0A | om υμων U+05D0 4 καταστρωσετε U+05D0 5 επιγνω U+05D0A | εκφαυ- λισαντα] α 1⁰ sup ras Bᵃᵇ | του Ισραηλ] om του A 6 εκαλεσεν U+05D0 | Οζια Bᵇ Οζειου U+05D0 | ειδεν U+05D0A 7 ανελαβεν A | συ] ευ A* (ε improb Aᵃ) | 8 εξηλθες U+05D0* (εξηλθεν U+05D0c.a) 9 ευφροσυνης A 10 προς] εις U+05D0A 11 ο ορθρος] om ο A | om και 1⁰ A | om Ισραηλ U+05D0A | σπειραν A | αναβασεις] + του ορους Bᵃᵇ⁽ᵐᵍ)U+05D0A 12 ειδον U+05D0A | τους στρατ.] om τους BᵃᵇU+05D0)

810
[*](B) παρεγένοντο ἐπὶ τὴν σκηνὴν Ὀλοφέρνου, καὶ εἶπαν τῷ ὄντι ἐπὶ πάντων τῶν αὐτοῦ Ἔγειρον δὴ τὸν κύριον ἡμῶν, ὅτι ἐτόλμησαν οἱ δοῦλοι καταβαίνειν ἐφʼ ἡμᾶς εἰς πόλεμον, ἵνα ἐξολεθρευθῶσιν εἰς τέλος.

καὶ εἰσῆλθεν Βαγώας καὶ ἔκρουσε τὴν αὐλαίαν τῆς σκηνῆς· ὑπενοεῖτο γὰρ καθεύδειν αὐτὸν μετὰ Ἰουδείθ.

ὡς δʼ οὐθεὶς ἐπήκουσεν, διαστείλας εἰσῆλθεν εἰς τὸν κοιτῶνα, καὶ εὗρεν αὐτὸν ἐπὶ τῆς χελωνίδος ἐριμμένον νεκρόν, καὶ ἡ κεφαλὴ αὐτοῦ αφῄρητο ἀπʼ αὐτοῦ.

καὶ ἐβόησεν φωνῇ μεγάλῃ μετὰ κλαυθμοῦ καὶ στεναγμοῦ καὶ βοῆς ἰσχυρᾶς, καὶ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ.

καὶ εἰσῆλθεν εἰς τὴν σκηνὴν οὗ ἦν Ἰουδεὶθ καταλύουσα, καὶ οὐχ εἶρεν αὐτὴν· καὶ ἐξεπήδησεν εἰς τὸν λαὸν (¹⁶)κράζων

Ἠθέτησαν οἱ δοῦλοι, ἐποίησεν αἰσχύνην μία γυνὴ τῶν Ἐβραίων εἰς τὸν οἶκον τοῦ βασιλέως Ναβουχοδονοσόρ· ὅτι ἰδοὺ Ὀλοφέρνης χαμαί, καὶ ἡ κεφαλὴ οὐκ ἔστιν ἐπʼ αὐτῷ.

ὡς δὲ ἤκουσαν τὰ ῥήματα οἱ ἄρχοντες τῆς δυνάμεως Ἀσσούρ, τοὺς χιτῶνας αὐτῶν διέρρηξαν, καὶ ἐταράχθη αὐτῶν ἡ ψυχὴ σφόδρα, (¹⁸) καὶ ἐγένετο αὐτῶν κραυγὴ καὶ βοὴ μεγάλη σφόδρα ἐν μέσῳ τῆς παρεμβολῆς.