Judith

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἐγένετο ὡς ἤκουσαν οἱ ἄνδρες τῆς πόλεως αὐτῆς τὴν φωνὴν αὐτῆς, ἐσπούδασαν τοῦ καταβῆναι ἐπὶ τὴν πύλην τῆς πόλεως αὐτῶν, καὶ συνεκάλεσαν τοὺς πρεσβυτέρους τῆς πόλεως.

καὶ συνέδραμον πάντες ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν, ὅτι παράδοξον ἣν αὐτοῖς τοῦ ἐλθεῖν αὐτήν, καὶ ἤνοιξαν [*](4 προσωπου] + αυτης A | εαυτης] αυτης A | om εν 3° A 5 θραυσμα A § U+05D0A 6 ακεινακη B* A (ακιν. Bᵇ) 7 ο θεος] pr κε A 8 επαταξεν] α sup ras A ¹ | αυτου 2⁰] + απ αυτου A 9 τηστρωμνης A | αφειλεν A | τον κωνωπιον A | μεθ B* (μετ Bᵇ) 10 ουτων] + επι την προσευχην U+05D0Α | φαραγγαν A | το ορος] προς U+05D0* (το ορ. U+05D0c.a) | Βαιτουλουα U+05D0 | ηλθοσαν] ηλθον U+05D0 11 ανοιξ. δη ανοιξ. A | om ημων 3⁰ BᵃᵇU+05D0 A 12 om αυτης 1⁰ U+05D0 | τον καταβ.] om του U+05D0 13 om ουτων BᵃᵇU+05D0A | του ελθειν] το ελθ. BabU+05D0A)

808
[*](B) τὴν πύλην καὶ ἀπεδέξαντο αὐτάς· (¹⁶)ἅψαντες πῦρ εἰς φαῦσιν περιεκύκλωσαν αὐτάς.

ἡ δὲ εἶπεν πρὸς αὐτοὺς φωνῇ μεγάλῃ Αἰνεῖτπ τὸν θεόν, αἰνεῖτε· αἰνεῖτε τὸν θεὸν ὃς (18)οὐκ ἀπέστησεν τὸ ἔλεος αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰσραήλ, ἀλλ᾿ ἔθραυσε τοὺς ἐχθροὺς ἡμῶν διὰ χειρός μου ἐν τῇ νυκτὶ ταύτῃ.

καὶ προελοῦσα τὴν κεφαλὴν ἐκ τῆς πήρας ἔδειξεν καὶ εἶπεν αὐτοῖς Ἰδοὺ ἡ κεφαλὴ Ὀλοφέρνου ἀρχιστρατήγου δυνάμεως Ἀσσούρ, καὶ ἰδοὺ τὸ κωνώπιον ἐυ ᾧ κατέκειτο ἐν ταῖς μέθαις αὐτοῦ· καὶ ἐπάταξεν αὐτὸν ὁ κύριος ἐν χειρὶ θηλείας.

καὶ ζῇ Κύριος ὃς διεφύλαξέν με ἐν τῇ ὁδῷ μου ᾖ ἐπορεύθην, ὅτι ἠπάτησεν αὐτὸν τὸ πρόσωπόν μου εἰς ἀπώλειαν αὐτοῦ, καὶ οὐκ ἐποίησεν ἁμάρτημα μετʼ ἐμοῦ εἰς μίασμα καὶ αἰσχύνην.

καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα, καἰ κύψαντες προσεκύνησαν τῷ θεῷ καὶ εἶπαν ὁμοθυμαδόν Εὐλογητὸς εἶ ὁ θεὸς ἡμῶν ὁ ἐξουδενώσας ἐν τῇ ἡμέρᾳ τῇ σήμερον τοὺς ἐχθροὺς τοῦ λαοῦ σου.

καὶ εἶπεν αὐτῇ Ὀζείας Εὐλογητὴ σύ, θυγάτηρ, τῷ θεῷ τῷ ὑψίστῳ παρὰ πάσας τὰς γυναῖκας τὰς ἐπὶ τῆς γῆς, (24)καὶ εὐλογημένος Κύριος ὁ θεὸς ὃς ἔκτισεν τοὺς οὐρανοὺς καὶ τὴν γῆν, ὃς κατεύθυνέν σε εἰς τραῦμα κεφαλῆς ἄρχοντος ἐχθρῶν ἡμῶν·

ὅτι οὐκ ἀποστήσεται ἡ ἐλπίς σου ἀπὸ καρδίας ἀνθρώπων μνημονευόντων ἰσχὺν θεοῦ ἕως αἰῶνος.

καὶ ποιήσαι σοι αὐτὰ ὁ θεὸς εἰς ὕψος αἰώνιον, τοῦ ἐπισκέψασθαί σε ἐν ἀγαθοῖς, ἀνθʼ ὧν οὐκ ἐφείσω τῆς ψυχῆς σου διὰ τὴν ταπείνωσιν τοῦ γένους ἡμῶν, ἀλλ᾿ ἐπεξῆλθες πτώματι ἡμῶν, ἐπʼ εὐθεῖαν πορευθεῖσα ἐνώπιον τοῦ θεοῦ ἡμῶν. (26) καὶ εἶπαν πᾶς ὁ λαός Γένοιτο, γένοιτο.

Καὶ εἶπεν πρὸς αὐτοὺς Ἰουδείθ Ἀκούσατε δὴ μου, ἀδελφοί, καὶ λαβόντες τὴν κεφαλὴν ταύτην κρεμάσατε αὐτὴν ἐπὶ τῆς ἐπάλξεως τοῦ τείχους ὑμῶν.

καὶ ἔσται ἡνίκα ἐὰν διαφαύσῃ ὁ ὄρθρος καὶ ἐξέλθῃ ὁ ἥλιος ἐπὶ τὴν γῆν, ἀναλήμψεσθε ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ ὑμῶν καὶ ἐξελεύσεσθε πᾶς ἀνὴρ ἰσχύων ἔξω τῆς πόλεως, [*](U+05D0A) [*](13 απεδεξαντο] επεδεξαντο Bᵃᵇ εισεδεξ. U+05D0 υπεδεξ. A | αψαντες] pr και U+05D0c.a A | πυρ sup ras Bᵃ ᵛⁱᵈ 14 θεον (bis)] κν A | om αινειτε αινειτε τον θεον U+05D0 | ος] οτι A | αλλ] ras aliq inferius B? | εθραυσεν U+05D0A 15 κωνω- πιον] + αυτου A 16 Κυριος] pr ο A | απωλιαν B*ᵃ (vid) (απωλειαν BᵇU+05D0A) 17 ειπαν] α sup ras Aᵃ | om ει U+05D0 | εξουθενωσας U+05D0 18 Οζιας Bᵇ | ευλο- γητη] ευλογημε|νη A | συ] pr ει A | θεος] + σου U+05D0 | ος 1⁰] ο A | om ος 2⁰ U+05D0* (superscr U+05D0¹c.ᵃ) | κεφαλης U+05D0A] κεφαλην B | om ημων A 20 om σοι U+05D0 | αλλ] αλλα U+05D0 | επεξηλθες] ς sup ras A¹ | πτωματι] pr τω U+05D0A | πορευθεισα επ | ευθειαν U+05D0 | ειπεν U+05D0 | om γενοιτο 2⁰ A X IV 1 υμων] ημων U+05D0 2 εαν] αν U+05D0 | διαφαυση ο ο sup litur U+05D01 ⁽ᵛⁱᵈ) | εξελευσεσθε] εξελευσεται A)

809
καὶ δώσετε ἀρχηγὸν εἰς αὐτούς, ὡς καταβαίνοντες ἐπὶ τὸ πεδίον εἰς [*](B) τὴν προφυλακὴν υἱῶν Ἀσσούρ· καὶ οὐ καταβήσεσθε.

καὶ ἀναλαβόντες οὗτοι τὰς πανοπλίας αὐτῶν πορεύσονται εἰς τὴν παρεμβολὴν αὐτῶν καὶ ἐγεροῦσι τοὺς στρατηγοὺς τῆς δυνάμεως Ἀσσούρ· (4) καὶ συνδραμοῦνται ἐπὶ τὴν σκηνὴν Ὀλοφέρνου, καὶ οὐχ εὑρήσουσιν αὐτόν· καὶ ἐπιπεσεῖται ἐπʼ αὐτοὺς φόβος, καὶ φεύξονται ἀπὸ προσώπου ὑμῶν.

καὶ ἐπακολουθήσαντες ὑμεῖς καὶ πάντες οἱ κατοικοῦντες πᾶν ὅριον Ἰσραὴλ καταστρώσατε αὐτοὺς ἐν ταῖς ὁδοῖς αὐτῶν.

πρὸ δὲ τοῦ ποιῆσαι ταῦτα καλέσατέ μοι Ἀχιὼρ τὸν Ἀμμανείτην, ἵνα ἰδὼν ἐπιγνοῖ τὸν ἐκφαυλίσαντα τὸν οἶκον τοῦ Ἰσραήλ, καὶ αὐτὸν ὡς εἰς θάνατον ἀποστείλαντα εἰς ἡμᾶς.