Judith

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ πάντας τοὺς ἐν Σαμαρείᾳ καὶ ταῖς πόλεσιν αὐτῆς, καὶ πέραν τοῦ Ἰορδάνου ἕως Ἰερουσαλὴμ καὶ Βαιτανὴ καὶ Χελοὺς καὶ Κάδης καὶ τοῦ ποταμοῦ Αἰγύπτου, καὶ Ταφνὰς καὶ Ῥαμεσσῆ καὶ πᾶσαν γῆν Γέσεμ

ἕως τοῦ ἐλθεῖν ἐπάνω Τάνεως καὶ Μέμφεως, καὶ πάντας τοὺς κατοικοῦντας τὴν Aἵγυπτον ἕως τοῦ ἐλ. θεῖν ἐπὶ τὰ ὅρια τῆς Αἰθιοπίας.

καὶ ἐφαύλισαν πάντες οἱ κατοικοῦντες πᾶσαν τὴν γῆν τὸ ῥῆμα Ναβουχοδονοσὸρ βασιλέως Ἀσσυρίων καὶ οὐ συνῆλθον αὐτῷ εἰς τὸν πόλεμον, ὅτι οὐκ ἐφοβήθησαν αὐτὸν ἀλλ\᾿ ἦν ἐναντίον αὐτῶν ὡς ἀνὴρ ἴσος, καὶ ἀνέστρεψαν τοὺς ἀγγέλους αὐτοῦ κενοὺς ἐν ἀτιμίᾳ πρὸ προσώπου αὐτῶν.

Καὶ ἐθυμώθη Ναβουχοδονοσὸρ ἐπὶ πᾶσαν τὴν γῆν ταύτην σφόδρα, καὶ ὤμοσε κατὰ τοῦ θρόνου καὶ τῆς βασιλείας αὐτοῦ, εἰ μὴν ἐκδικήσειν πάντα τὰ ὅρια τῆς Κιλικίας καὶ Δαμασκηνῆς καὶ Συρίας, ἀνελεῖν τῇ ῥομφαίᾳ αὐτοὺς καὶ πάντας τοὺς κατοικοῦντας ἐν τῇ Μωὰβ καὶ τοὺς υἱοὺς Ἀμμὼν καὶ πᾶσαν τὴν Ἰδουμαίαν καὶ πάντας τοὺς ἐν Αἰγύπτῳ ἕως τοῦ ἐλ. θεῖν ἐπὶ τὰ δρία τῶν δύο θαλασσῶν.

καὶ παρετάξατο ἐν τῇ [*](U+05D0Α) [*](6 συνηλθον] συνηχθησαν U+05D0 συνηλθαν A | Χελεουλ] Χεσλαιουδα U+05D0* Χε- λαιουδ U+05D0c.ᵃ Χελεουδ A 7 την ΙΙερσιδα] Ιαμνιαν U+05D0* την ΙΙ. κ Ιαμν. U+05D0c.ᵃ Περσιδα A | om τους κατοικουντας (2⁰) | om προς δυσμαις U+05D0* (hab U+05D0c.ᵃ) | την Κιλικιαν] om την U+05D0A | om και Δαμασκον U+05D0* (hab κ Δαμ. U+05D0c.ᵃ) | τον Λιβανον] om τον U+05D0 και Λιβ. A | om και Αντιλιβανον U+05D0 | παραλιας] pr της U+05D0A 8 τους] τοις U+05D0 εθνεσιν U+05D0 | Γαλιλαιαν BᵇA | Εσρημ] δσρρημ B Εσ|δρηλων U+05D0 Εσδρημ A 9 Σαμαρια A | εως] + εις U+05D0* (om U+05D0c.ᵃ) | Βα|τανη U+05D0 Βλιτανη A | ΧεσλουςU+05D0 | του ποταμου] τους| χιμαρρους U+05D0 | γην] την U+05D0 10 om επανω...ελθειν 2⁰ U+05D0* (hab U+05D0c.ᵃ) 11 πασον την γην] την γη πασον U+05D0* (παν U+05D0c.b postea ut vid penitus om) | συνηλθον] συνηλθοσα U+05D0 11—13 [εφοβηθ]ησαν...εκραταιωθη εν τ[ω] retract Ab 11 ισος] εις U+05D0Α | απε- στρεψαν U+05D0A*⁽vid)ᵇ | προ προσωπου] προσωπων U+05D0 απο προσωπου Aᵇ 12 om ταυτην A*ᵇ | ωμοσεν U+05D0Aᵇ |και της sup ras B¹?ᵃᵇ και κατα της U+05D0 | εκδικησει U+05D0* (εκδικησειν U+05D0c.ᵇ) εκδικησιν A | ορια 1⁰] ορη Ab | Δαμασκηνης] Δαμασκου U+05D0 | om Συριας U+05D0 (hab Συριας κ U+05D0c.ᵃ) | τη ρομφ.] pr εν U+05D0 | αυτους] αυτου U+05D0Aᵇ | om και 6⁰ U+05D0c.a | τη Μωαβ] γη Μ. U+05D0Aᵇ | υιους] υιων Ab | την Ιδουμαιαν] την Ιου|δαιαν U+05D0 τη| Ιουδαιαν A* (non rescr τη| A¹) | του ελθειν] om του U+05D0)

783
δυνάμει αὐτοῦ πρὸς Ἀρφαξὰδ βασιλέα ἐν τῷ ἔτει τῷ ἑπτακαιδεκάτῳ· [*](Β) καὶ ἐκραταιώθη ἐν τῷ πολέμῳ αὐτοῦ, καὶ ἀνέστρεψεν πᾶσαν τὴν δύναμιν Ἀρφαξὰδ καὶ πᾶσαν τὴν ἵππον αὐτοῦ καὶ πάντα τὰ ἅρματα αὐτοῦ,

καὶ ἐκυρίευσε τῶν πόλεων αὐτοῦ· καὶ ἀφίκετο ἕως Ἐκβατάνων, καὶ ἐκράτησε τῶν πύργων καὶ ἐπρονόμευσε τὰς πλατείας αὐτῆς, καὶ τὸν κόσμον αὐτῆς ἔθηκεν εἰς ὄνειδος αὐτῆς·

καὶ ἔλαβε τὸν Ἀρφαξὰδ ἐν τοῖς ὄρεσι Ῥαγαύ, καὶ κατηκόντισεν αὐτὸν ἐν ταῖς σιβύναις αὐτοῦ, καὶ ἐξωλέθρευσεν αὐτὸν ἕως τῆς ἡμέρας ἐκείνης.

καὶ ἀνέστρεψεν μετʼ αὐτῶν αὐτὸς καὶ ἡ δύναμις αὐτοῦ ἐφʼ ἡμέρας ἑκατὸν εἴκοσι.

Καὶ ἐν τῷ ἔτει τῷ ὀκτωκαιδεκάτῳ, δευτέρᾳ καὶ εἰκάδι τοῦ πρώτου μηνός, ἐγένετο λόγος ἐν οἴκῳ Ναβουχοδονοσὸρ βασιλέως Ἀσσυρίων ἐκδικῆσαι πᾶσαν τὴν γῆν καθὼς ἐλάλησεν.

καὶ συνεκάλεσεν πάντας τοὺς θεράποντας αὐτοῦ καὶ πάντας τοὺς μεγιστᾶνας αὐτοῦ, καὶ ἔθετο μετʼ αὐτῶν τὸ μυστήριον τῆς βουλῆς αὐτοῦ, καὶ συνετέλεσεν πᾶσαν τὴν κακίαν τῆς γῆς ἐκ τοῦ στόματος αὐτοῦ·

καὶ αὐτοὶ ἔκριναν ὀλεθρεῦσαι πᾶσαν σάρκα οἳ οὐκ ἠκολούθησαν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ.

καὶ ἐγένετο ὡς συνετέλεσεν τὴν βουλὴν αὐτοῦ, ἐκάλεσεν Ναβουχοδονοσὸρ βασιλεὺς Ἀσσυρίων τὸν Ὀλοφέρνην ἀρχιστράτηγον τῆς δυνάμεως αὐτοῦ, δεύτερον ὄντα μετʼ αὐτάν, (⁵a)καὶ εἶπεν πρὸς αὐτόν

Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας, ὁ κύριος πάσης τῆς γῆς Ἰδοὺ σὺ ἐξελεύσῃ ἐκ τοῦ προσώπου μου, καὶ λήμψῃ μετὰ σεαυτοῦ ἄνδρας πεποιθότας ἐν ἰσχύι αὐτῶν, πεζῶν εἰς χιλιάδας ἑκατὸν εἴκοσι καὶ πλῆθος ἵππων σὺν ἀναβάταις μυριάδας δέκα δύο,

καὶ ἐξελεύσῃ εἰς συνάντησιν πάσῃ τῇ γῇ ἐπὶ δυσμάς, ὅτι ἠπείθησαν τῷ ῥήματι τοῦ στόματός μου·

καὶ ἑτοιμάζειν γῆν καὶ ὕδωρ, ὅτι ἐξελεύσομαι ἐν θυμῷ μου ἐπʼ αὐτούς, καὶ καλύψω πᾶν τὸ πρόσωπον τῆς γῆς ἐν τοῖς ποσὶν τῆς δυνάμεώς μου, καὶ δώσω αὐτοὺς εἰς διαρπαγὴν αὐτοῖς·