Judith

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

ΕΤΟΥΣ δωδεκάτου τῆς βασιλείας Ναβουχοδονοσόρ, ὃς ἐβαἡμέραις [*](Β) σίλευσεν Ἀσσυρίων ἐν Νινευὴ τῇ πόλει τῇ μεγάλη, (1)ἐν ταῖς Ἀρφαξάδ, ὃς ἐβασίλευσεν Μήδων ἐν Ἐκβατάνοις

καὶ ᾠκοδόμησεν ἐπʼ Ἐκβατάνων καὶ κύκλῳ (2a)τείχη ἐκ λίθων λελαξευμένων, εἰς πλάτος πηχῶν τριῶν καὶ εἰς μῆκος πηχῶν ἕξ, καὶ ἐποίησεν τὸ ὕψος τοῦ τείχους πηχῶν ἑβδομήκοντα καὶ τὸ πλάτος αὐτοῦ πηχῶν πεντήκοντα·

καὶ τοὺς πύργους αὐτοῦ ἔστησεν ἐπὶ ταῖς πύλαις αὐτῆς πηχῶν ἑκατόν, καὶ τὸ πλάτος αὐτῆς ἐθεμελίωσεν εἰς πήχεις ἐξήκοντα·

καὶ ἐποίησεν τὰς πύλας αὐτῆς πύλας διεγειρομένας εἰς ὕψος πηχῶν ἑβδομήκοντα, καὶ τὸ πλάτος αὐτῆς πήχεις τεσσεράκοντα, (4)εἰς ἐξόδους δυνάμεως δυνατῶν αὐτοῦ καὶ διατάξεις τῶν πεζῶν αὐτοῦ·

καὶ ἐποίησεν πόλεμον ἐν ταῖς ἡμέραις ἐκείναις βασιλεὺς Ναβουχοδονοσὸρ πρὸς βασιλέα Ἀρφαξὰβ (⁶)ἐν τῷ πεδίῳ τῷ μεγάλῳ, τοῦτό ἐστιν τοῖς ὁρίοις Ῥαγαύ.

καὶ συνήντησαν πρὸς αὐτὸν πάντες οἱ κατοικοῦν- τες τὴν ὀρινήν, καὶ πάντες οἱ κατοικοῦντες τὸν Εὐφράτην καὶ τὸν Τίγριν καὶ τὸν Υδάσπην, καὶ πεδίῳ Ἀριὼχ ὁ βασιλεὺς Ἐλυμαίων· [*](I) [*](1 τη πολει τη μεγ.] τη μεγ. πολει U+05D0 2 επ Εκβατανων BAU+05D0c.a] U+05D0A Εκβατανα U+05D0* Εκβατανων U+05D0c.ᵇ | om και 2⁰ U+05D0c.ᵃ (hab U+05D0*c.ᵇ) A | πηχων 2⁰, 3°] πηχεων U+05D0 | υψος] μηκος A | om και το πλ. αυτου πηχ. πεντηκοντα U+05D0* (hab και το πλ. αυτου πηχ. ν΄ U+05D0c.a) | πεντηκοντα] εβδομηκοντα A 3 αυτου] αυτης U+05D0 | εστησεν] κατεστησε U+05D0 | πηχων] πηχεων U+05D0 4 διεγηγερμενας U+05D0 (διεγειρ. U+05D0*) | εβδομηκοντα] εξηκοντα U+05D0 | πηχεις] πηχεων U+05D0 | τεσσαρακ. Bᵇ εξοδον U+05D0* (εξοδους U+05D0c.ᵃ) | δυναμεως. πεζων αυτου] τω αρματων αυτων U+05D0* δυναμεων δυνατων αυτου και αρματων αυτου και εις διαταξεις των πεζ, αυτου U+05D0c,a δυναμεων δυνατων αυτου· και διαταξεις των πεζ. αυτου A | και αι δ. Β 5 βασιλευς] pr ο A | τουτ A | εστιν] + πεδιον U+05D0A (παιδ.) | om τοις οριοις U+05D0 εν τ. ορ. A 6 συνηντησε| A | προς αυτον] εις πολεμον U+05D0* προς αυτον εις πολ. U+05D0c.a | om την ορινην και παντες οι κατοικουντες U+05D0* (hab U+05D0c.a) | ορειν. Bᵃᵇ (ita fete ubique) | Τριγιν A | πεδιω] τα παιδια U+05D0c.a παιδια A | Αρι|ασε U+05D0* (Αριωχ U+05D0c.a) | βασιλεως U+05D0* (ο βασιλευς U+05D0c.a))

782
[*](Β) καὶ συνῆλθον ἔθνη πολλὰ εἰς παράταξιν υἱῶν Χελεούλ.

Καὶ κατοικοῦντας τὴν Περσίδα καὶ ἐπὶ πάντας τοὺς κατοικοῦντας πρὸς δυσμαῖς, τοὺς κατοικοῦντας τὴν Κιλικίαν καὶ Δαμασκόν, τὸν Λίβανον καὶ Ἀντιλίβανον, καὶ πάντας τοὺς κατοικοῦντας κατὰ πρόσωπον παραλίας,

καὶ τοὺς ἐν τοῖς ἔθνεσι τοῦ Καρμήλου καὶ Γαλαὰδ καὶ τὴν ἄνω Γαλειλαίαν καὶ τὸ μέγα πεδίον Ἐσρήμ,