Esther

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

ἐξέτεινεν δὲ ὁ βασιλεὺς Ἐσθῆρ τὴν ῥάβδον τὴν χρυσῆν· ἐξηγέρθη δὲ Ἐσθὴρ παρεστηκέναι τῷ βασιλεῖ

καὶ εἶπεν Ἐσθήρ Εἰ δοκεῖ σοι καὶ εὗρον χάριν. πεμφθήτω ἀποστραφῆναι τὰ γράμματα τὰ ἀπεσταλμένα ὑπὸ Ἀμάν, τὰ γραφέντα ἀπολέσθαι τοὺς Ἰουδαίους οἵ εἰσιν ἐν τῇ βασιλείᾳ σου.

πῶς γὰρ δυνήσομαι ἰδεῖυ τὴν κάκωσιν τοῦ λαοῦ μου, καὶ πῶς δυνήσομαι σωθῆναι ἐν τῇ ἀπωλείᾳ τῆς πατρίδος μου;

καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἐσθήρ Εἰ πάντα τὰ ὑπάρχοντα Ἀμὰν ἔδωκα καὶ ἐχαρισάμην σοι, καὶ αὐτὸν ἐκρέμασα ἐπὶ ξύλου ὅτι τὰς χεῖρας ἐπήνεγκε τοῖς Ἰουδαίοις, τί ἔτι ἐπιζητεῖς;

γράψατε καὶ ὑμεῖς ἐκ τοῦ ὀνόματός μου ὡς δοκεῖ ὑμῖν, καὶ σφραγίσατε τῷ δακτυλίῳ μου· ὅσα γὰρ γράφεται τοῦ βασιλέως ἐπιτάξαντος καὶ σφραγισθῇ τῷ δακτυλίῳ μου, οὐκ ἔστιν αὐτοῖς ἀντειπεῖν.

ἐκλήθησαν δὲ οἱ γραμματεῖς ἐν τῷ πρώτῳ μηνὶ [*](U+05D0A) [*](9 Bουγαθα U+05D0* Βουγαζαν U+05D0c. ᵃ | των ευνουχων] br απο U+05D0c.a | προς τον βασι- λεα] του βασιλεως A | ξυλον 1⁰] το ξ. ο U+05D0c.a A | λαλησαντι] + αγαθα U+05D0c.a ᵐᵍ | om και 2⁰ U+05D0* (hab U+05D0c.a | ξυλον 2⁰] pr υψηλον U+05D0c.a om A 10 ο 1⁰] ου | U+05D0c.aA | ητοιμασθη] ητοιμασεν U+05D0c.a A | εκοπασεν ο βασιλευς A | θυμου] improb | μου U+05D0? V III 1 ημερα] ωρα U+05D0 | om τω διαβολω U+05D0* hab τω δ. τωι Ιου- | δαιλ| U+05D0c.a ᵐᵍ | Μαρδοχαιος] + δε A | ενοικειωτο A 2 αφιλατο U+05D0 | Αμαν 1⁰] | pr του U+05D0c.a A | om αυτον A 3 προσθεισα] + Εσθηρ U+05D0c.a | ηξιου] + κ εδεηθη | αυτου U+05D0c.a ⁽ᵐᵍ) 4 εξετεινεν δε] και εξετεινεν A 5 χαριν] + ενωπιον σου | (hactenus A) κ ευθης ο| λογος ενωπιον του βασι]λεως κ αγαθη ειμι εν| οφθαλ- | μοις αυτου U+05D0c.a ᵐᵍ | αποστραφηναι] αποστρεφαι U+05D0A | σπεσταλμενα] εξαπε- | σταλμ. U+05D0c.a A | Αμαν] + υιου Αμαδαθου βουγαιου U+05D0c.a ᵐᵍ | απολεσθαι] απολεσοι | A | οι] οσοι A | βασιλια U+05D0 | om σου A 6 ιδειν] επιδειν A | απωλια U+05D0 | 7 προς Εσθηρ] Εσθηρ τη βασιλισση A | εδωκε U+05D0* (κα U+05D0c.a) | om εδωκα και | A | ξυλου] pr του A | επηνεγκε] επηνεγκα αν U+05D0* επηνεγκεν U+05D0 c.aA (κ sup | ras Aᵃ) | om ετι A 8 γραψατε] γραφετε U+05D0* 2 c.ᵇ (γραψ. U+05D0c.a ⁽ᵛⁱᵈ) A | 9" γραμματεις] +του βασιλεως εν τω καιρω εκεινω U+05D0c.a mg sup | πρωιω μηνι ος | (ο U+05D0*) εστι Νισα] τριτω μηνι ο (postea ος) εστιν Σιουαν U+05D0c.a ᵐᵍ)

773
ὅς ἐστι Νισά, τρίτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ ἔτους, καὶ ἐγράφη τοῖς [*](Β) Ἰουδαίοις ὅσα ἐνετείλατο τοῖς οἰκονόμοις καὶ τοῖς ἄρχουσιν τῶν σατραπῶν ἀπὸ τῆς Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας, ἑκατὸν εἲκοσι ἑπτὰ σατραπίαις κατὰ χώραν καὶ χώραν, κατὰ τὴν ἑαυτῶν λέξιν.

ἐγράφη δὲ διὰ τοῦ βασιλέως καὶ ἐσφραγίσθη τῷ δακτυλίῳ αὐτοῦ, καὶ ἐξαπέστειλαν τὰ γράμματα διὰ βιβλιαφόρων,

ὡς ἐπέταξεν αὐτοῖς χρῆσθαι τοῖς νόμοις αὐτῶν ἐν πάσῃ τῇ πόλει, βοηθῆσαί τε αὑτοῖς καὶ χρῆσθαι τοῖς ἀντιδίκοις αὐτῶν καὶ τοῖς ἀντικειμένοις αὐτῶν ὡς βούλονται,

ἐν ἡμέρᾳ μιᾷ ἐν πάσῃ τῇ βασιλείᾳ Ἀρταξέρξου, τῇ [*](Ε)τρισκαιδεκάτῃ τοῦ δωδεκάτου μηνὸς ὅς ἐστιν Ἄδαρ.

Ὧν ἐστιν ἀντίγραφον τῆς ἐπιστολῆς τὰ ὑπογεγραμμένα Βασιλεὺς μέγας Ἀρταξέρξης τοῖς ἀπὸ τῆς Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας ἑκατὸν εἴκοσι ἑπτὰ σατραπείαις χαορῶν ἄρχουσι καὶ τοῖς τὰ ἡμέτερα φρονοῦσι χαίρειν.

πολλοὶ τῇ πλείστῃ τῶν εὐεργετούνταων χρηστότητι πυκνότερον τιμώμενοι μεῖζον ἐφρόνησαν,

καὶ οὐ μόνον τοὺς ὑποτεταγμένους ἡμῖν ζητοῦσι κακοποιεῖν, τόν τε κόρον οὐ δυνάμενοι φέρειν καὶ τοῖς ἑαυτῶν εὐεργέταις ἐπιχειροῦσι μηχανᾶσθαι·

καὶ τὴν εὐχαριστίαν οὐ μόνον ἐκ τῶν ἀνθρώπων ἀνταναιροῦντες, ἀλλὰ καὶ τοῖς τῶν ἀπειραγάθων κόμποις ἐπαρθέντες, τοῦ τὰ πάντα κατοπτεύοντος ἀεὶ θεοῦ μισοπόνηρον ὑπολαμβάνουσιν ἐκφεύξεσθαι δίκην.