Esther

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Ἑἰσῆλθεν δὲ ὁ βασιλεὺς καὶ Ἀμὰν συνπιεῖν τῇ βασιλίσσῃ.

εἶπεν δὲ ὁ βασιλεὺς Ἐσθὴρ τῇ δευτέρᾳ ἡμέρᾳ ἐν τῷ πότῳ Τί ἐστιν, Ἐσθὴρ βασίλισσα, καὶ τί τὸ αἴτημά σου καὶ τί τὸ ἀξίωμά σου; καὶ ἔστω σοι ἕως τοῦ ἡμίσους τῆς βασιλείας μου.

καὶ ἀποκριθεῖσα εἶπεν Εἰ εὗρον χάριν ἐνώπιον τοῦ βασιλέως, δοθήτω ἡ ψυχὴ τῷ αἰτήματί μου, καὶ ὁ λόγος μου τῷ ἀξιώματί μου.

ἐπράθημεν γὰρ ἐγὼ τε καὶ ὁ λαός μου εἰς ἀπωλίαν καὶ διαρπαγὴν καὶ δουλίαν, ἡμεῖς καὶ τὰ τέκνα ἡμῶν εἰς παῖδας καὶ παιδίσκας, καὶ παρήκουσα· οὐ γὰρ ἄξιος ὁ διάβολος τῆς αὐλῆς τοῦ βασιλέως.

εἶπεν δὲ ὁ βασιλεὺς Τίς οὗτος ὅστις ἐτόλμησεν ποιῆσαι τὸ πρᾶγμα τοῦτο;

εἶπεν δὲ Ἐσθῆρ Ἁνθρωπος ἐχθρὸς Ἀμὰν ὁ πονηρὸς οὗτος. Ἀμὰν δὲ ἐταράχθη ἀπὸ τοῦ βασλέως καὶ τῆς βασιλίσσης.

ὁ δὲ βασιλεὺς ἐξαυέστη ἀπὸ τοῦ συμποσίου εἰς τὸν κῆπον· ὁ δὲ Ἀμὰν παρῃτεῖτο τὴν βασίλισσαν, ἑώρα γὰρ ἑαυτὸν ἐν κακοῖς ὄντα.

ἐπέστρεψεν δὲ ὁ βασιλεὺς ἐκ τοῦ κήπου, Ἀμὰν δὲ ἐπιπεπτώκει ἐπὶ τὴν κλίνην ἀξιῶν τὴν βασίλισσαν· εἶπεν δὲ ὁ βασιλεύς Ὡστε καὶ τὴν γυναῖκα βιάζῃ ἐν τῇ οἰκίᾳ μου; Ἀμὰν δὲ ἀκούσας διετράπη τῷ προσώπῳ.

[*](13 Σωσαρα A | ειπαν] ειπον A | οι ηφιλοι] + αυτου U+05D0c.a | γυνη] + αυτου U+05D0A Ζωσαρα U+05D0c.a ᵐᵍ | ηρξαι] ου ηρξω U+05D0c.a | θεος ζων] ο θς ο ζ. A 14 λαλουν- των] +μετ αυτου U+05D0c.a\ ᵐᵍ | ευνουχοι] + του βασιλεως U+05D0c.a (ᵐᵍ) | επισπευδοντες] + αγαγειν U+05D0c.a ⁽ᵐᵍ) | Αισθηρ U+05D0 V II 1 συνπιειν B*U+05D0A] συμπιειν Bᵇ?c? βασιλισση] + Εσθηρ U+05D0c.a (ᵐᵍ) 2 ειπεν δε] και ειπεν A | om Εσθηρ 1⁰ A τη δευτερα] pr και γε U+05D0c.a | ποτω] + του οινου U+05D0c.a | βασιλισσα] pr η A | σου 1⁰] +κ δοθησεται σοι U+05D0c.a ᵐᵍ | εστω] εσται A 3 αποκριθεισα] + Εσθηρ η βασι- λισσα U+05D0c.a ᵐᵍ sup | βασιλεως] +κ ει επι τον βασιλεα αγαθον U+05D0c.a⁽ᵐᵍ) | δοθητω] +μοι U+05D0c.a | ψυχη] +μου U+05D0c.a ⁽ᵐᵍ) | αιτηματι] αιματι U+05D0* (αιτημ. U+05D0c.a) | λογος] λαος U+05D0c.a | om μου 2 U+05D0* (hab U+05D0c.a) A 4 απωλειαν BᵃᵇA | om και διαρπα- γην A | δουλειαν Bᵃᵇ A | παιδισκας] + επραθημεν U+05D0c.a (ᵐᵍ) 5 βασιλευς] Αρταξερξης τη Εσθηρ τη βασιλισσῃ U+05D0c.a ᵐᵍ | ουτος] + εστιν U+05D0 + κ ποιος εστιν |ουτος U+05D0c.a ᵐᵍ | οστις] ος U+05D0 6 εχθρος] pr επιβουλος κ U+05D0c.a ᵐᵍ 7 εξανεστη] +εν οργη αυτου U+05D0c.a ᵐᵍ | απο] εκ U+05D0A | κηπον] + τον συμφυτον U+05D0c.a ᵐg | παρη- τειτο] εξανεστη και παρ. περι της ψυχης αυτου U+05D0c.a | βασιλισσαν] + Εσθηρ U+05D0c.a ᵃ ᵐᵍ | εαυτον BU+05D0c.a ᵇ] αυτον U+05D0*A | οντα] + παρα του βασιλεως U+05D0c.a 8 εκ] απο A | κηπου] + του συμφυτου εις τον οικο| του ποτου| του οινου U+05D0c.a(ᵐᵍ) | ) επιπεπτωκει] + και επεσεν A | την βασιλισσαν] αυτην A | γυναικα] + μ U+05D0* (ras μ U+05D0c.a) + μετ εμου U+05D0c.a ᵐᵍ | βιαζῃ] εκβιαζῃ A | om μου U+05D0? | Αμαν 2⁰] pr ο λογος εξηλθεν εκ του στοματος του βασιλεως U+05D0c.a (ᵐᵍ))
772
[*](B)

εἶπεν δὲ Βουγαθὰν εἶς τῶν εὐνούχων πρὸς τὸν βασιλέα Ἰδοὺ καὶ ξύλον ἡτοίμασεν Ἀμὰν Μαρδοχαίῳ τῷ λαλήσαντι περὶ τοῦ βασιλέως, καὶ ὤρθωται ἐν τοῖς Ἀμὰν ξύλον πηχῶν πεντήκοντα. εἶπεν δὲ ὁ βασιλεύς Σταυρωθήτω ἐπʼ αὐτοῦ.

καὶ ἐκρεμάσθη Ἀμὰν ἐπὶ τοῦ ξύλου ὃ ἡτοιμάσθη Μαρδοχαίῳ. καὶ τότε ὁ βασιλεὺς ἐκόπασεν τοῦ θυμοῦ.

Καὶ ἐν αὐτῇ τῇ ἡμέρᾳ ὁ βασιλεὺς Ἀρταξέρξης ἐδωρήσατο Ἐσθὴρ ὅσα ὑπῆρχεν Ἀμὰν τῷ διαβόλῳ, καὶ Μαρδοχαἲος προσεκλήθη ὑπὸ τοῦ βασιλέως· ὑπέδειξεν γὰρ Ἐσθῆρ ὅτι ἐνοικείωται αὐτῇ.

ἔλαβεν δὲ ὁ βασιλεὺς τὸν δακτύλιον ὃν ἀφείλατο Ἀμὰν καὶ ἔδωκεν αὐτὸν Μαρδοχαίῳ, καὶ κατέστησεν Ἐσθὴρ Μαρδοχαῖον ἐπὶ πάντων τῶν Ἀμάν.

καὶ προσθεῖσα ἐλάλησεν πρὸς τὸν βασιλέα, καὶ προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ, καὶ ἠξίου ἀφελεῖν τὴν Ἀμὰν κακίαν καὶ ὅσα ἐποίησεν τοῖς Ἰουδαίοις.