Esther

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Καὶ ἐν αὐτῇ τῇ ἡμέρᾳ ὁ βασιλεὺς Ἀρταξέρξης ἐδωρήσατο Ἐσθὴρ ὅσα ὑπῆρχεν Ἀμὰν τῷ διαβόλῳ, καὶ Μαρδοχαἲος προσεκλήθη ὑπὸ τοῦ βασιλέως· ὑπέδειξεν γὰρ Ἐσθῆρ ὅτι ἐνοικείωται αὐτῇ.

ἔλαβεν δὲ ὁ βασιλεὺς τὸν δακτύλιον ὃν ἀφείλατο Ἀμὰν καὶ ἔδωκεν αὐτὸν Μαρδοχαίῳ, καὶ κατέστησεν Ἐσθὴρ Μαρδοχαῖον ἐπὶ πάντων τῶν Ἀμάν.

καὶ προσθεῖσα ἐλάλησεν πρὸς τὸν βασιλέα, καὶ προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ, καὶ ἠξίου ἀφελεῖν τὴν Ἀμὰν κακίαν καὶ ὅσα ἐποίησεν τοῖς Ἰουδαίοις.

ἐξέτεινεν δὲ ὁ βασιλεὺς Ἐσθῆρ τὴν ῥάβδον τὴν χρυσῆν· ἐξηγέρθη δὲ Ἐσθὴρ παρεστηκέναι τῷ βασιλεῖ

καὶ εἶπεν Ἐσθήρ Εἰ δοκεῖ σοι καὶ εὗρον χάριν. πεμφθήτω ἀποστραφῆναι τὰ γράμματα τὰ ἀπεσταλμένα ὑπὸ Ἀμάν, τὰ γραφέντα ἀπολέσθαι τοὺς Ἰουδαίους οἵ εἰσιν ἐν τῇ βασιλείᾳ σου.

πῶς γὰρ δυνήσομαι ἰδεῖυ τὴν κάκωσιν τοῦ λαοῦ μου, καὶ πῶς δυνήσομαι σωθῆναι ἐν τῇ ἀπωλείᾳ τῆς πατρίδος μου;

καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἐσθήρ Εἰ πάντα τὰ ὑπάρχοντα Ἀμὰν ἔδωκα καὶ ἐχαρισάμην σοι, καὶ αὐτὸν ἐκρέμασα ἐπὶ ξύλου ὅτι τὰς χεῖρας ἐπήνεγκε τοῖς Ἰουδαίοις, τί ἔτι ἐπιζητεῖς;

γράψατε καὶ ὑμεῖς ἐκ τοῦ ὀνόματός μου ὡς δοκεῖ ὑμῖν, καὶ σφραγίσατε τῷ δακτυλίῳ μου· ὅσα γὰρ γράφεται τοῦ βασιλέως ἐπιτάξαντος καὶ σφραγισθῇ τῷ δακτυλίῳ μου, οὐκ ἔστιν αὐτοῖς ἀντειπεῖν.

ἐκλήθησαν δὲ οἱ γραμματεῖς ἐν τῷ πρώτῳ μηνὶ [*](U+05D0A) [*](9 Bουγαθα U+05D0* Βουγαζαν U+05D0c. ᵃ | των ευνουχων] br απο U+05D0c.a | προς τον βασι- λεα] του βασιλεως A | ξυλον 1⁰] το ξ. ο U+05D0c.a A | λαλησαντι] + αγαθα U+05D0c.a ᵐᵍ | om και 2⁰ U+05D0* (hab U+05D0c.a | ξυλον 2⁰] pr υψηλον U+05D0c.a om A 10 ο 1⁰] ου | U+05D0c.aA | ητοιμασθη] ητοιμασεν U+05D0c.a A | εκοπασεν ο βασιλευς A | θυμου] improb | μου U+05D0? V III 1 ημερα] ωρα U+05D0 | om τω διαβολω U+05D0* hab τω δ. τωι Ιου- | δαιλ| U+05D0c.a ᵐᵍ | Μαρδοχαιος] + δε A | ενοικειωτο A 2 αφιλατο U+05D0 | Αμαν 1⁰] | pr του U+05D0c.a A | om αυτον A 3 προσθεισα] + Εσθηρ U+05D0c.a | ηξιου] + κ εδεηθη | αυτου U+05D0c.a ⁽ᵐᵍ) 4 εξετεινεν δε] και εξετεινεν A 5 χαριν] + ενωπιον σου | (hactenus A) κ ευθης ο| λογος ενωπιον του βασι]λεως κ αγαθη ειμι εν| οφθαλ- | μοις αυτου U+05D0c.a ᵐᵍ | αποστραφηναι] αποστρεφαι U+05D0A | σπεσταλμενα] εξαπε- | σταλμ. U+05D0c.a A | Αμαν] + υιου Αμαδαθου βουγαιου U+05D0c.a ᵐᵍ | απολεσθαι] απολεσοι | A | οι] οσοι A | βασιλια U+05D0 | om σου A 6 ιδειν] επιδειν A | απωλια U+05D0 | 7 προς Εσθηρ] Εσθηρ τη βασιλισση A | εδωκε U+05D0* (κα U+05D0c.a) | om εδωκα και | A | ξυλου] pr του A | επηνεγκε] επηνεγκα αν U+05D0* επηνεγκεν U+05D0 c.aA (κ sup | ras Aᵃ) | om ετι A 8 γραψατε] γραφετε U+05D0* 2 c.ᵇ (γραψ. U+05D0c.a ⁽ᵛⁱᵈ) A | 9" γραμματεις] +του βασιλεως εν τω καιρω εκεινω U+05D0c.a mg sup | πρωιω μηνι ος | (ο U+05D0*) εστι Νισα] τριτω μηνι ο (postea ος) εστιν Σιουαν U+05D0c.a ᵐᵍ)

773
ὅς ἐστι Νισά, τρίτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ ἔτους, καὶ ἐγράφη τοῖς [*](Β) Ἰουδαίοις ὅσα ἐνετείλατο τοῖς οἰκονόμοις καὶ τοῖς ἄρχουσιν τῶν σατραπῶν ἀπὸ τῆς Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας, ἑκατὸν εἲκοσι ἑπτὰ σατραπίαις κατὰ χώραν καὶ χώραν, κατὰ τὴν ἑαυτῶν λέξιν.

ἐγράφη δὲ διὰ τοῦ βασιλέως καὶ ἐσφραγίσθη τῷ δακτυλίῳ αὐτοῦ, καὶ ἐξαπέστειλαν τὰ γράμματα διὰ βιβλιαφόρων,

ὡς ἐπέταξεν αὐτοῖς χρῆσθαι τοῖς νόμοις αὐτῶν ἐν πάσῃ τῇ πόλει, βοηθῆσαί τε αὑτοῖς καὶ χρῆσθαι τοῖς ἀντιδίκοις αὐτῶν καὶ τοῖς ἀντικειμένοις αὐτῶν ὡς βούλονται,

ἐν ἡμέρᾳ μιᾷ ἐν πάσῃ τῇ βασιλείᾳ Ἀρταξέρξου, τῇ [*](Ε)τρισκαιδεκάτῃ τοῦ δωδεκάτου μηνὸς ὅς ἐστιν Ἄδαρ.

Ὧν ἐστιν ἀντίγραφον τῆς ἐπιστολῆς τὰ ὑπογεγραμμένα Βασιλεὺς μέγας Ἀρταξέρξης τοῖς ἀπὸ τῆς Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας ἑκατὸν εἴκοσι ἑπτὰ σατραπείαις χαορῶν ἄρχουσι καὶ τοῖς τὰ ἡμέτερα φρονοῦσι χαίρειν.

πολλοὶ τῇ πλείστῃ τῶν εὐεργετούνταων χρηστότητι πυκνότερον τιμώμενοι μεῖζον ἐφρόνησαν,

καὶ οὐ μόνον τοὺς ὑποτεταγμένους ἡμῖν ζητοῦσι κακοποιεῖν, τόν τε κόρον οὐ δυνάμενοι φέρειν καὶ τοῖς ἑαυτῶν εὐεργέταις ἐπιχειροῦσι μηχανᾶσθαι·

καὶ τὴν εὐχαριστίαν οὐ μόνον ἐκ τῶν ἀνθρώπων ἀνταναιροῦντες, ἀλλὰ καὶ τοῖς τῶν ἀπειραγάθων κόμποις ἐπαρθέντες, τοῦ τὰ πάντα κατοπτεύοντος ἀεὶ θεοῦ μισοπόνηρον ὑπολαμβάνουσιν ἐκφεύξεσθαι δίκην.

πολλάκις δὲ καὶ πολλοὺς τῶν ἐπʼ ἐξουσίαις τεταγμένων τῶν πιστευθέντων χειρίζειν φίλων τὰ πράγματα παραμυθία μετόχους αἱμάτων ἀθῴων καταστήσασα [*](9 αυτου] δευτερου U+05D0* (αυτου U+05D0c.a) | ετους] μηνος A | ενετειλατο] Μαρδο- U+05D0A χαιος προς Ιουδαιους U+05D0c.a ᵐᵍ | σατραπων] + οι ησαν U+05D0c.a (ᵐᵍ) | κατα χωραν κ. χ- εκατον εικοσι επτα σατραπειαις U+05D0 | επτα] pr και A | εα υτων] ουτων A 10 εγραφη δε] και εγραφη A | βασιλεως] +Aρταξερξου U+05D0c.a ᵐᵍ | εφραγισθη A (εσφρ. Aa?) | εξαπεστειλεν U+05D0c.a A | βιβλιοφορων U+05D0c.a 11 επαταξεν A | χρησθαι 1⁰] χρησθε U+05D0* c b χρησασθε U+05D0c.α χρησασθαι A | παση τη πολει] παση πολει U+05D0 τη πολει A | om τε A χρησθαι 2⁰] χρησθε U+05D0* ᵇ χρησασθε U+05D0c.a | om τοις αντιδικοις ουτων και A | om ουτων 2⁰ U+05D0 | βουλονται] + πασον δυναμιν λαου| 5 χωρας τους θλιβονlτας αυτους νηπια 5 γυναικας 5 τα σκυλα] ουτων εις προνομη U+05D0c.a ᵐᵍ 12 του δωδεκατου μηνος ος εστιν Αδαρ] om δωδεκατου U+05D0*A om ος εστιν Αδαρ U+05D0* hab του ιβ᾿ μηνος ος εστιν Αδαρ U+05D0c.a ᵐᵍ Ε 1 om ων U+05D0* (hab U+05D0c.a ) | της επιστολης] om της U+05D0* (hab U+05D0c.a (ᵐᵍ) | τα| τα υπογεγρ. A | επτα] pr και A | σατραπαις U+05D0* (-πιοις B cU+05D0c.a A ) χωρων] pr ιδιων | U+05D0* (om ιδ. U+05D0?) | αρχουσι] αρξουσι U+05D0 | και] + σατραπαις U+05D0c.a ᵐᵍA | φρονουσιν U+05D0A 2 μειζον] αμινο U+05D0* (μιζο| U+05D0?) 3 om και 10 U+05D0* (superscr 5 U+05D0c.a) | ημιν] | υμιν U+05D0* (ημ. U+05D0?) | ζητουσι (-σιν A)] αιτουσιν U+05D0* (ζητ. U+05D0c.a) | κορον] ο 1⁰ sup ras Aa (κωρον A* ᵛⁱᵈ) | επιχειρουσιν U+05D0A (επιχιρ.) 4 την ευχαριστιαν] pr κατα U+05D0Α | ανταναιρουντες] ανερουντες U+05D0c.a | υπολαμβανουσιν] διαλαμβανουσιν U+05D0c.a (υπολαμβ. U+05D0c .ᵃ (ᵛⁱᵈ) A | εφευξεσθαι U+05D0* (εκφ.U+05D0c. ᵃ) | om δικην U+05D0* (superscr U+05D0c.a 5 παραμυθιαν U+05D0* (θια U+05D0?) | μετοχους] μετενους U+05D0* (μετοχ. U+05D0c.a) | μεταγνουσα A | αιματων] μετα των A | καταστησας U+05D0A)

774
[*](B)περιέβαλε συμφοραῖς ἀνηκέστοις,

τῷ τῆς κακοηθείας ψευδεῖ παραλογισμῷ παραλογισαμένωυ τὴν τῶν ἐπικρατούντων ἀκέραιον εὐγνααωμοσύνην.

σκοπεῖν δὲ ἔξεστιν, οὐ τοσοῦτον ἐκ τῶν παλαιοτέεων ὡς παρεδώκαμεν ἱστοριῶν, ὅσα ἐστὶν παρὰ πόδας ὑμᾶς ἐκζητοῦντας ἀνοσίως συντετελεσμένα τῆ τῶυ ἀνάξια δυναστευόντων λοιμότητι,

καὶ προσέχειν εἰς τὰ μετὰ ταῦτα, εἰς τὸ τὴν βασιλείαν ἀτάραχον τοῖς πᾶσιν ἀνθρώποις μετʼ εἰρήνης παρεξόμεθα,