Esther

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Ὁ δὲ κύριος ἀπέστησεν τὸν ὕπνον ἀπὸ τοῦ βασιλέως τὴν νύκτα ἐκείνην, καὶ εἶπεν τῷ διδασκάλῳ αὐτοῦ εἰσφέρειν γράμματα μνημόσυνα τῶν ἡμερῶν ἀναγινώσκειν αὐτῷ.

εὗρευ δὲ τὰ γράμματα τὰ γραφέντα περὶ Μαρδοχαίου, ὡς ἀπήγγειλεν τῷ βασιλεῖ περὶ τῶν δύο εὐνούχων τοῦ βασιλέως ἐν τῷ φυλάσσειν αὐτοὺς καὶ ζητῆσαι [*](7 αξιωμα] μου U+05D0A 8 ενωπιον] εναντιον A | βασιλεως] +κ ο (sic) επι τον U+05D0A βασιλεα αγαθον] δουναι το αιτημα μου κ ποιηζσαι το αξιωμα μου U+05D0c.a ᵐᵍ inf | om ετι την U+05D0? επι την A | om εις την δοχην...και αυριον (2ᵇ) U+05D0* hab εις την δ. πον ποιησω αυτοις την αυοιον (τ. αυρ. sup ras U+05D0c.ᵇ) U+05D0c.a ᵐᵍ | αυριον 2⁰] + γαρ U+05D0Α 9 ο Αμαν] om ο A + εν τη ημερα εκεινη U+05D0c.a ᵐᵍ | ευφραινομενος] + τη καρδια U+05D0c.a | ιδειν] ειδιν U+05D0 | om Αμαν 2⁰ A | Μαρδοχαιον] pr τον U+05D0c.a (ᵐᵍ) | αυλη] +του βασιλεως κ ουκ εξανεστη ουδε ετρομησεν απ αυτου U+05D0c.a ᵐᵍ sup | εθυμωθη] +Αμαν επι Μαρδοχαο| U+05D0c.a ᵐᵍ + Αμαν A | σφοδρα] + και ενεκρατευσατο Αμαν U+05D0c.a ᵐᵍ 10 εισελθων] εισηλθεν A | εκαλεσεν] pr αποστειλας U+05D0c.a pr και A | Σωσαραν A 11 αυτοις] + Αμαν U+05D0c. ᵃ | αυτου] + κ το πληθος των υιων ιυτου U+05D0c.a ᵐᵍ | περιεθηκεν αυτω A | πρωτευειν και] πρωτον A | βασιλιας U+05D0 12 om ειπεν Αμαν ου κεκληκεν A | η βασιλισσα] pr δσθηρ U+05D0c.aA | ουθενα A | οχην αλλ η] + ην εποιησεν (partim sup ras αλλη ut vid) αλλ η U+05D0c.a | κεκλημαι] or εγω U+05D0 + μετα του βασιλεως U+05D0c.a ᵐg κεκληκεν A 13 οταν] επαν U+05D0* εν πα|τι ρονω οταν U+05D0c.a ᵐᵍ | εν τη αυλη] τη αυλη U+05D0* καθημενον εν τη αυλη του βασι- εως U+05D0c.a 14 Σωσαρα A | οι φιλοι] pr παντες U+05D0c.a+ αυτου U+05D0c.a (sup ras) | m σοι A | ξυλον 1⁰] + υψηλον U+05D0c.a ⁽ᵐᵍ) V 1 1 εισφερων A | γραμματα] pr α U+05D0c.a ⁽ᵐᵍ) | μνημοσυνα] + λογων U+05D0c.a | αναγιγνωσκειν A | αυτω] αυτα ενωπιον αου βασιλεως U+05D0c.a 2 om τα γραηφεντα U+05D0* (hab γραφεντα sine τα) U+05D0c.a ᵐᵍ | |πηγγειλεν] εν sup ras ( λαι U+05D0* ᵛⁱᵈ) | περι 2⁰] + δαγαθαν κ Θαρρας U+05D0c.a ᵐᵍ | ου βασιλεως] αυτου A | αυτους] αυτον U+05D0* (.τους U+05D0c. ᵃ) | και ζητησαι επιβα- |ειν] εν τω επιβαλειν αυτους A)

770
[*](B) ἐπιβαλεῖλ τὰς χεῖρας Ἀρταξέρξῃ.

εἶπεν δὲ ὁ βασιλεύς Τίνα δόξαν ἢ χάριν ἐποιήσαμεν τῷ Μαρδοχαίηῳ; καὶ εἶπαν οἱ διάκονοι τοῦ βασιλέως Οὐκ ἐποίησας αὐτῷ οὐδέν.

ἐν δὲ τῷ πυνθάνεσθαι τὸν βασιλέα περὶ τῆς εὐνοίας Μαρδοχαίου, ἰδοὺ Ἀμὰν ἐν τῇ αὐλῇ· εἶπεν δὲ ὁ βασιλεύς Τίς ἐν τῇ αὐλῇ; ὁ δὲ Ἀμὰν εἰσῆλθεν εἰπεῖν τῷ βασιλεῖ κρεμάσαι τὸν Μαρδοχαῖον ἐπὶ τῷ ξύλῳ ᾧ ἡτοίμασεν.

καὶ εἶπαν οἱ διάκονοι τοῦ βασλέως Ἰδοὺ Ἁμὰν ἕστηκεν ἐν τῇ αὐλῇ· καὶ εἶπεν ὁ βασιλεὺς Καλέσατε αὐτόν.

εἶπεν δὲ ὁ βασιλεὺς τῷ Ἀμάν Τί ποιήσω τῷ ἀνθρώπῳ ὃν ἐγὼ θέλω δοξάσαι; εἶπεν δὲ ἐν ἑαυτῷ ὁ Ἀμάν Τίνα θέλει ὁ βασιλεὺς δοξάσαι εἰ μὴ ἐμέ;

εἶπεν δὲ πρὸς τὸν βασιλέα Ἄνθρωπον ὃν ὁ βασιλεὺς θέλει δοξάσαι,

ἐνεγκάτωσαν οἱ παῖδες τοῦ βασιλέως στολὴν βυσσίνην ἣν ὁ βασιλεὺς περιβάλλεται, καὶ ἵππον ἐφʼ ὃν ὁ βασιλεὺς ἐπιβαίνει,

καὶ δότω ἑνὶ τῶν φίλων τοῦ βασιλέως τῶν ἐνδόξων καὶ στολισάτω τὸν ἄνθρωπον ὃν ὁ βασιλεὺς ἀγαπᾷ, καὶ ἀναβιβασάτω αὐτὸν ἐπὶ τὸν ἵππον, καὶ κηρυσσέτω διὰ τῆς πλατείας τῆς πόλεως λέγων Οὕτως ἔσται παντὶ ἀνθρώπῳ ὃν ὁ βασιλεὺς δοξάζει.

εἶπεν δὲ ὁ βασιλεὺς τῷ Ἀμάν Καλῶς ἐλάλησας· οὕτως ποίησον τῷ Μαρδοχαίῳ τῷ Ἰουδαίῳ τῷ θεραπεύοντι ἐν τῇ αὐλῇ, καὶ μὴ παραπεσάτω σου λόγος ὧν ἐλάλησας.

ἔλαβεν δὲ Ἀμὰν τὴν στολὴν καὶ τὸν ἵππον, καὶ ἐστόλμσεν τὸν Μαρδοχαῖον καὶ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὸν ἵππον, καὶ διῆλθεν διὰ τῆς πλατείας τῆς πόλεως καὶ ἐκήρυσσεν λέγων Οὕτως ἔσται παντὶ ἀνθρώπῳ ὃν ὁ βασιλεὺς θέλει δοξάσαι.

ἐπέστρεψεν δὲ ὁ Μαρδοχαῖος εἰς τὴν αὐλὴν· Ἀμὰν δὲ ὑπέστρεψεν εἰς τὰ ἴδια λυπούμενος κατὰ κεφαλῆς.