Esdras ii (Ezra et Nehemias in textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ εἶπα, Ἠσχύνθην καὶ ἐνετράπην τοῦ ὑψῶσαι τὸ πρόσωπόν μου πρὸς σέ, ὅτι αἱ ἀνομίαι ἡμῶν ἐπληθύνθησαν ὑπὲρ κεφαλῆς ἡμῶν, καὶ αἱ πλημμέλειαι ἡμῶν ἐμεγαλύνθησαν ἕως εἰς οὐρανόν.

ἀπὸ ἡμερῶν πατέρων ἡμῶν ἐσμεν ἐν πλημμελείᾳ μεγάλῃ ἕως τῆς ἡμέρας ταύτης· καὶ ἐν ταῖς ἀνομίαις ἡμῶν παρεδόθημεν ἡμεῖς καὶ οἱ βασιλεῖς ἡμῶν καὶ οἱ υἱοὶ ἡμῶν ἐν χειρὶ βασιλέων τῶν ἐθνῶν, ἐν ῥομφαίᾳ καὶ ἐν αἰχμαλωσία, ἐν διαρπαγῇ καὶ ἐν αἰσχύνῃ προσώπου ἡμῶν, ὡς ἡ ἡμέρα αὕτη.

καὶ νῦν ἐπεσκευάσατο ἡμῖν ὁ θεὸς ἡμῶν τοῦ καταλιπεῖν ἡμῖν εἰς σωτηρίαν καὶ δοῦναι [*](33 Νοαδει] Μωαδα A | απο Εβανναια] υιος Βαναια A 35 διελθοντες] A οι ελθοντες A | εκ] απο A | ολοκαυτωματων] ολοκαυτωμα|τα τω κω· A 36 εδωκα A IX 1 Χανανι A | Εθθι A | Φερεζι A | Αμμωνι A | Μωσρι A | Αμορι A 2 αυτοις] εαυτοις A | αυτων 2⁰] εαυτων A | ταυτη] + εν αρχη A 3 ερεμαζων A 4 αποικεσιας A | και εγω] καγω A 5 ταπεινωσεως] pr της A | χειρας] pr τας A | τον θεον] pr κν A 6 ησχυνθην] pr κε A | υψωσαι] + θεε μου A | πλημμελιαι A 7 πλημμελια A | εν 6⁰] pr και A 8 ο θεος] pr κς A | καταλειπειν A)

178
[*](Β) ἡμῖν στήρισμα ἐν τόπῳ ἁγιάσματος αὐτοῦ, τοῦ φωτίσαι ὀφθαλμοὺς ἡμῶν καὶ δοῦναι ζωοποίησιν μικρὰν ἐν τῇ δουλείᾳ ἡμῶν.

ὅτι δοῦλοί [*](§U+05D0) ἐσμεν, καὶ ἐν τῇ δουλείᾳ ἡμῶν οὐκ ἐνκατέλειπεν ἡμᾶς § Κύριος ὁ θεὸς ἡμῶν, καὶ ἔκλινεν ἐφʼ ἡμᾶς ἔλεος ἐνώπιον βασιλέων Περσῶν, δοῦναι ἡμῖν ζωοποίησιν, τοῦ ὑψῶσαι αὐτοὺς τὸν οἶκον τοῦ θεοῦ ἡμῶν καὶ ἀναστῆσαι τὰ ἔρημα αὐτῆς, καὶ τοῦ δοῦναι ἡμῖν φραγμὸν ἐν Ἰούδᾳ καὶ ἐν Ἰερουσαλήμ.

τί εἴπωμεν, ὁ θεὸς ἡμῶν, μετὰ τοῦτο; ὅτι ἐνκατελίπομεν ἐντολάς σου

ἃς ἔδωκας ἡμῖν ἐν χειρὶ δούλων σου τῶν προφητῶν Ἡ γῆ εἰς ἣν εἰσπορεύεσθε κληρονομῆσαι αὐτὴν γῆ μετακινουμένη ἐστὶν ἐν μετακινήσει λαῶν τῶν ἐθνῶν, ἐν μακρύμμασιν αὐτῶν, ὧν ἔπλησαν αὐτὴν ἀπὸ στόματος ἐπὶ στόμα ἐν ἀκαθαρσίαις αὐτῶν.

καὶ νῦν τὰς θυγατέρας ὑμῶν μὴ δῶτε τοῖς υἱοῖς αὐτῶν, καὶ ἀπὸ θυγατέρων αὐτῶν μὴ λάβητε τοῖς υἱοῖς ὑμῶν, καὶ οὐκ ἐκζητήσετε εἰρήνην αὐτῶν καὶ ἀγαθὸν αὐτῶν ἕως αἰῶνος, ὅπως ἐνισχύσητε καὶ φάγητε τὰ ἀγαθὰ τῆς γῆς καὶ κληροδοτήσητε τοῖς υἱοῖς ὑμῶν ἕως αἰῶνος.

καὶ μετὰ πᾶν τὸ ἐρχόμενον ἐφʼ ὑμᾶς ἐν ποιήμασιν ὑμῶν τοῖς πονηροῖς καὶ ἐν πλημμελείᾳ ὑμῶν τῇ μεγάλῃ· ὅτι οὐκ ἔστιν ὡς ὁ θεὸς ἡμῶν, ὅτι ἐκούφισας ἡμῶν τὰς ἀνομίας καὶ ἔδωκας ἡμῖν σωτηρίαν·