Esdras ii (Ezra et Nehemias in textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

ἐν ἀριθμῷ καὶ ἐν σταθμῷ τὰ πάντα, καὶ ἐγράφη πᾶς ὁ σταθμός. ἐν τῷ καιρῷ ἐκείνῳ

διελθόντες ἐκ τῆς αἰχμαλωσίας υἱοὶ τῆς παροικίας προσήνεγκαν ὁλοκαυτώσεις τῷ θεῷ Ἰσραήλ, μόσχους δώδεκα περὶ παντὸς Ἰσραήλ, κριοὺς ἐνενήκοντα ἕξ, ἀμνοὺς ἑβδομήκοντα καὶ ἑπτά, χιμάρους περὶ ἁμαρτίας δώδεκα, τὰ πάντα ὁλοκαυτωμάτααον.

καὶ ἔδωκαν τὸ νόμισμα τοῦ βασιλέως τοῖς διοικηταῖς τοῦ βασιλέως καὶ ἐπάρχοις πέραν τοῦ ποταμοῦ· καὶ ἐδόξασαν τὸν λαὸν καὶ τὸν οἶκον τοῦ θεοῦ.

Καὶ ὡς ἐτελέσθη ταῦτα, ἤγγισαν πρὸς μὲ οἱ ἄρχοντες λέγοντες Οὐκ ἐχωρίσθη ὁ λαὸς Ἰσραὴλ καὶ οἱ ἱερεῖς καὶ οἱ Λευεῖται ἀπὸ λαῶν τῶν γαιῶν ἐν μακρύμμασιν αὐτῶν· τῷ Χανανεί, ὁ Ἑθεί, ὁ Φερεσθεί, ὁ Ἰεβουσεί, ὁ Ἀμμωνεί, ὁ Μωάβ, ὁ Μοσερεὶ καὶ ὁ Ἀμορεί·

ὅτι ἐλάβοσαν ἀπὸ θυγατέρων αὐτῶν αὐτοῖς καὶ τοῖς υἱοῖς αὐτῶν, καὶ παρήχθη σπέρμα τὸ ἅγιον ἐν λαοῖς τῶν γαιῶν, καὶ χεὶρ τῶν ἀρχόντων ἐν τῇ ἀσυνθεσίᾳ ταύτῃ.

καὶ ὡς ἤκουσα τὸν λόγον τοῦτον, διέρρηξα τὰ ἱμάτιά μου καὶ ἐπαλλόμην, καὶ ἔτιλλον ἀπὸ τῶν τριχῶν τῆς κεφαλῆς μου καὶ ἀπὸ τοῦ πώγωνός μου, καὶ ἐκαθήμην ἠρεμάζων.

καὶ συνήχθησαν πρὸς μέ πᾶς ὁ διώκων λόγον θεοῦ Ἰσραὴλ ἐπὶ ἀσυνθεσίᾳ τῆς ἀποικίας· καὶ ἐγὼ καθήμενος ἠρεμάζων ἕως τῆς θυσίας τῆς ἑσπερινῆς.

καὶ ἐν θυσίᾳ τῇ ἑσπερινῇ ἀνέστην ἀπὸ ταπεινώσεώς μου· καὶ ἐν τῷ διαρρῆξαί με τὰ ἱμάτιά μου καὶ ἐπαλλόμην, καὶ κλίνω ἐπὶ τὰ γόνατά μου καὶ ἐκπετάζω χεῖράς μου πρὸς τὸν θεόν,