Esdras ii (Ezra et Nehemias in textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

τάδε ἔκρινεν Ῥαοὺμ βάαλ καὶ Σαμεὲ ὁ γραμματεὺς [*](11 εσημανεν A | φωνη μεγαλη A | θεμελιωσει] pr τη A 12 αυτων] A εαυτων A 13 λαος 1⁰] pr ο A | φωνην] pr την A | φωνης] ευφρο- συνης A | κλαυθμου] + |του λαου· A | ο λαος] om ο A | και 2⁰] + η φωνη A | ηκουετο] post κ ras 1 lit A? (forte ρ) IV 1 οι υιοι] om οι A 2 ειπον A | ημων] υμων A | Ασαρεαθων] Aσαραδδων A | λσουρ A 6 ημεις] + αυτοι A | βασιλευς] pr ο A 4 λαου] pr του A | αυτοις A | οικοδομειν] pr του A 5 βουλευομενοι A | διασκεδασαι] pr του A | Δαριου A | om ΙΙερσων 2⁰ A 6 om και 1⁰ A | Ασθηρου] Ασσουηρου Περσων A | εν 2⁰] pr και A | εγραψεν] +επιστολην Ba (sup ras et in mg) A 7 Ασαρθαθα] Αρθασασθα A | εγραψαν A | Μιθραδατης A | και 2⁰] pr συν A | συνδουλοις] + αυτου A | βασιλεα] pr Αρθασασθα A | Συριστει A | ηρμηνευμενην A 8 Ραουλ βαδαταμεν] Ρεουμʼ· βααλταμʼ· A | Σαμασα] Σαμσαι A | εγραψεν A | Αρτασασθα A 9 Ρεουμʼ· βααλταμʼ· A | Σαμσαι A)

168
[*](Β) καὶ οἱ κατάλοιποι σύνδουλοι ἡμῶν, Δειναῖοι, Φαρεσθαχαῖοι, Γαραφαλλαῖοι, Ἀφρασαῖοι, Ἀρχοῦοι, Βαβυλώνιοι, Σουσυναχαῖοι οἳ εἰσὶν Ἠλαμαῖοι,

καὶ οἱ κατάλοιποι ἐθνῶν ὧν ἀπῴκισεν Ἀσενναφὰρ ὁ μέγας καὶ ὁ τίμιος καὶ κατῴκισεν αὐτοὺς ἐν πόλεσιν τῆς Σωμωρὼν καὶ τὸ κατάλοιπον πέραν τοῦ ποταμοῦ.

αὕτη ἡ διαταγὴ τῆς ἐπιστολῆς ἧς ἀπέστειλαν πρὸς αὐτόν Πρὸς Ἀρσαρθὰ βασιλέα παῖδές σου ἄνδρες πέραν τοῦ ποταμοῦ.

γνωστὸν ἔστω τῷ βασιλεῖ ὅτι οἱ Ἰουδαῖοι ἀναβάντες ἀπὸ Κύρου ἐφʼ ἡμᾶς ἤλθοσαν εἰς Ἰερουσαλήμ· τὴν ἀποστάτιν καὶ πονηρὰν οἰκοδομοῦσιν, καὶ τὰ τείχη αὐτῆς κατηρτισμένοι εἰσίν, καὶ θεμελίους αὐτῆς ἀνύψωσαν.