Esdras ii (Ezra et Nehemias in textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ μισθούμενοι ἐπʼ αὐτοὺς βουλόμενοι διασκεδάσαι βουλὴν αὐτῶν, πάσας τὰς ἡμέρας Κύρου βασιλέως Περσῶν καὶ ἕως βασιλείας Δαρείου βασιλέως Περσῶν.

καὶ ἐν βασιλείᾳ Ἀσθηροὺ ἐν ἀρχῇ βασιλείας αὐτοῦ ἔγραψεν ἐπὶ οἰκοῦντας Ἰουδὰ καὶ Ἰερουσαλήμ.

καὶ ἐν ἡμέραις Ἀσαρθαθὰ ἔγραψεν ἐν εἰρήνῃ Μιθραδάτῃ Γαβεὴλ καὶ τοῖς λοιποῖς συνδούλοις· πρὸς βασιλέα Περσῶν ἔγραψεν ὁ φορολόγος γραφὴν Συριστὶ καὶ ἑρμηνευμένην.

Ῥαοὺλ βαδαταμὲν καὶ Σαμασὰ ὁ γραμματεὺς ἔγραψαν ἐπιστολὴν μίαν κατὰ Ἰερουσαλὴμ τῷ Ἀρσαρθὰ βασιλεῖ